1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

30

ἐπιτιμήσεως· προτελείων τε καὶ τελειώσεως, καὶ ὅσα τῆς ἡμετέρας σαφῶς ἐστιν εὐταξίας· ἔτι δὲ καταγώγια πήξασθαι καὶ ξενῶνας, ἁγνευτήριά τε καὶ παρθενῶνας, καὶ φροντιστή ρια, καὶ τὴν εἰς τοὺς δεομένους φιλανθρωπίαν, τήν τε ἄλλην ὁπόση, καὶ τὴν ἐν τοῖς ἐπιστολιμαίοις συνθήμασιν, οἷς ἡμεῖς ἐξ ἔθνους εἰς ἔθνος τοὺς χρῄ ζοντας παραπέμπομεν· ἃ δὴ καὶ μάλιστα τῶν ἡμε τέρων εἶχε θαυμάσας.

ΡΙΒʹ. Ταῦτα διενοεῖτο μὲν ὁ καινὸς δογματιστής τε καὶ σοφιστής· μὴ ἐπιτελῆ δὲ γενέσθαι, μηδὲ εἰς ἔργον ἀχθῆναι τοῦ ἀνδρὸς τὴν ἐγχείρησιν, οὐκ οἶδ', 35.649 εἴτε ἡμῖν κέρδος, τοῖς ἐκείνου τε καὶ τῶν ἐκείνου θᾶττον ἀπηλλαγμένοις, εἴτε τῷ προελθόντι μέχρι τῆς ὀνειρώξεως· ἐδείχθη γὰρ ἂν τίνα μὲν ἀνθρώπων κι νήματα, τίνα δὲ πιθήκων μιμήματα. Ἐπεὶ καὶ οὗτοι μιμεῖσθαι μὲν λέγονται τῶν ἀνθρωπίνων τινὰ δελεασμάτων, κακοτέχνως προτιθεμένων· τούτοις μέντοι καὶ ἁλίσκονται, μὴ δυναμένης ἐξικέσθαι τοῦ ἡμετέρου σοφοῦ τῆς μιμήσεως. Οὐ γὰρ μᾶλλον ἵππος Θεσσαλικὴ, καὶ γυνὴ Λακεδαιμονία, καὶ ἄνδρες οἱ τῆς Ἀρεθούσης πίνοντες, οἷον δὴ λέγω Σικελιώτας, ὡς ὁ περὶ αὐτῶν χρησμὸς, τὸ ἔκκρι τον τῶν ὁμογενῶν ἔχουσιν, ἢ Χριστιανοῖς τὰ τοιαῦτα ἔθη τε καὶ νομοθετήματα τῶν πρεπωδεστά των ἐστί· καὶ οἷα ὑπ' οὐδενὸς ἂν ἄλλου ζηλω θέντα τῶν ἡμῖν ἕπεσθαι βουλομένων· ἐπειδὴ μὴ ἀν θρωπίναις ἐπινοίαις μᾶλλον ἢ θείᾳ δυνάμει καὶ χρόνου βεβαιότητι τὰ τοιαῦτα νενίκηκεν.

ΡΙΓʹ. Οὐδὲν δὲ οἷον καὶ τὴν θαυμασίαν αὐτῶν ταύτην ἀνάπλασιν ἢ μετάπλασιν ὡς ἐπὶ σκηνῆς θεωρῆσαι καὶ καταμαθεῖν, τίς μὲν ἂν ἦν ὁ τῆς διδασκαλίας τρόπος αὐτοῖς, τί δὲ τὸ πέρας τῶν συν ελεύσεων· ἵν', ὅ φησι Πλάτων περὶ τῆς ἐν λόγῳ πό λεως, ἴδωμεν κινουμένην αὐτῶν τὴν ἐπίνοιαν. Εἰς δύο γὰρ ταῦτα διῃρημένης πάσης φιλοσοφίας, θεωρίαν τε λέγω καὶ πρᾶξιν· καὶ τῆς μὲν ὑψηλοτέ ρας οὔσης, δυστεκμάρτου δέ· τῆς δὲ ταπεινοτέ ρας, χρησιμωτέρας δέ· ἡμῖν μὲν ἀμφότερα δι' ἀλλήλων εὐδοκιμεῖ· καὶ γὰρ θεωρίαν συνέκδημον πρὸς τὰ ἐκεῖθεν ποιούμεθα, καὶ πρᾶξιν θεωρίας 35.652 ἐπίβασιν· οὐδὲ γὰρ οἷόν τε εἶναι σοφίας μετέχειν μὴ σοφῶς ἀναστραφέντας· τοῖς δὲ οὐκ οἶδ' ὁπότερον δόξει γελοιότερόν τε καὶ ἀσθενέστερον, οὐκ ἔχουσιν ἐκ θείας ἐπιπνεύσεως τὸ δυνατὸν τοῦ συστήματος, ὥσπερ τῶν ῥιζῶν, αἳ καθ' ὕδατος ὀχοῦνται, πῆξιν οὐκ ἔχουσαι. Καὶ δὴ βάλωμεν εἰς τὴν μακαρίαν αὐ τῶν, ἵν' ὀλίγα καὶ αὐτοὶ παίζουσιν αὐτοῖς καὶ μυ θολογοῦσιν, ὥσπερ ἐν πολλοῖς τῶν δραμάτων, συμ παίξωμεν· καὶ προστεθείη τῷ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίουσι συνδακρύειν, τὸ καὶ λη ραίνουσι συλληρεῖν ἀνέχεσθαι· καὶ γέλωτα ἐν δα κρύοις ποιηταὶ γινώσκουσιν.

ΡΙ∆ʹ. Ἔστω τὸ θέατρον εὐτρεπές· ἢ οὐκ οἶδ' ὅ τι καὶ καλεῖν τὸν οἶκον αὐτῶν κελεύσουσιν· οἱ κήρυκες βοάτωσαν· ὁ λαὸς συνίτω· τὴν προεδρίαν ἐχέτωσαν εἴτε οἱ πολιᾷ, καὶ χρόνῳ, καὶ τῷ τῆς πο λιτείας ἐξειλεγμένῳ προέχοντες, εἴτε οἱ γένει καὶ δόξῃ περίβλεπτοι, καὶ σοφίᾳ τῇ κάτω πλεκομένῃ, καὶ πλεῖον ἐχούσῃ τὸ τερπνὸν τῆς ἀληθοῦς εὐσε βείας· τοῦτο γὰρ ἐπ' αὐτοῖς ποιησόμεθα. Τί ποιήσουσι τὰ ἑξῆς; Αὐτοὶ τοὺς ἑαυτῶν προέδρους γραψάτωσαν. Ἁλουργὶς αὐτοὺς κοσμήσει, καὶ ταινία, καὶ στεφάνων ἄνθος καὶ κάλλος· ἐπειδὴ πολλαχοῦ τὸ σεμνὸν ἔγνων αὐτοῖς σπουδαζόμενον, καὶ τὸ ὑπερ άνω τοῦ ἰδιώτου ὡς τοῦ μὲν κοινοῦ καὶ πεζοῦ τὸ εὐκαταφρόνητον ἔχοντος, τοῦ δὲ ὑπερόγκου καὶ δυσ εφίκτου τὸ ἀξιόπιστον. Ἢ κἀνταῦθα μέχρις ἡμῶν κα ταβήσονται, μὴ τὸ ἐν τοῖς σχήμασιν ὑψηλὸν μᾶλλον ἢ τὸ ἐν τῷ τρόπῳ πρέπειν αὐτοῖς, ὥσπερ ἡμεῖς, νομίζοντες; Ἡμῖν γὰρ τοῦ μὲν φαινομένου καὶ γραφομένου βραχὺς ὁ λόγος· ἡ πλείων δὲ πραγματεία περὶ τὸν ἐντὸς ἄνθρωπον, καὶ μεθέλκειν τὸν θεατὴν ἐπὶ τὸ νοούμενον, ᾧ καὶ μᾶλλον τοὺς πολλοὺς ἐκπαιδεύομεν.