1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

14

ΝΗʹ. Καὶ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν μαρ τύρων τιμῆς ἐφθόνει τοῖς ἀθληταῖς· καὶ διὰ τοῦτο μηχανᾶται αὐτὸς μὲν καὶ βιάζεσθαι, καὶ μὴ δοκεῖν, ἡμᾶς δὲ καὶ πάσχειν, καὶ μὴ τιμὴν ἔχειν ὡς ὑπὲρ Χριστοῦ πάσχοντας. Ὢ τῆς εὐηθείας! Πρῶτον μὲν εἰ λανθάνειν ἐνόμισεν ὑπὲρ τίνος οἱ κίνδυνοι, καὶ συγκαλύψειν τὴν ἀλήθειαν τοῖς σοφίσμασιν, ἀλλ' οὐχ ὅσῳ κατὰ τῶν τιμῶν ἐπενόει, τοσούτῳ μείζους αὐτὰς ποιήσειν καὶ λαμπροτέρας.

ΝΘʹ. ∆εύτερον δὲ, εἰ δόξης ἐπιθυμίᾳ κινδυνεύειν ἡμᾶς, ἀλλὰ μὴ τῆς ἀληθείας, ὑπέλαβε· ταῦτα μὲν παιζέτωσαν παρ' ἐκείνοις Ἐμπεδοκλεῖς, καὶ Ἀρισταῖοι, καὶ Ἐμπεδότιμοί τινες, καὶ Τροφώνιοι, καὶ τοιούτων δυστυχῶν ἀριθμός· ὧν ὁ μὲν τοῖς Σικελικοῖς κρατῆρσιν ἑαυτὸν θεώσας, ὡς ᾤετο, καὶ εἰς τὴν κρείττονα λῆξιν ἀφ' ἡμῶν ἀναπέμψας, τῷ φιλτάτῳ σανδάλῳ κατεμηνύθη παρὰ τοῦ πυρὸς ἐκβρασθέντι· καὶ οὐ θεὸς ἐδείχθη μετ' ἄνθρω πον, ἀλλ' ἄνθρωπος κενόδοξος, καὶ ἀφιλόσοφος μετὰ θάνατον, καὶ οὐδὲ τὰ κοινὰ συνετός· οἱ δὲ ἀδύ τοις τισὶν ἑαυτοὺς ἐγκρύψαντες ὑπὸ τῆς αὐτῆς νόσου καὶ φιλαυτίας, εἶτ' ἐλεγχθέντες, οὐ μᾶλλον ἐκ τῆς κλοπῆς ἐτιμήθησαν ἢ ἐκ τοῦ μὴ λαθεῖν καθυβρί σθησαν.

Ξʹ. Χριστιανοῖς δὲ ἥδιον ὑπὲρ εὐσεβείας τὸ πάσχειν, κἂν πάντας λανθάνωσιν, ἢ ἄλλοις τὸ εὐδο ξεῖν μετὰ τῆς ἀσεβείας· τοῦ μὲν γὰρ ἀνθρώποις ἀρέ σκειν βραχὺς ἡμῖν ὁ λόγος· τῆς δὲ παρὰ Θεοῦ τιμῆς ἡ πᾶσα ἔφεσις· μᾶλλον δὲ καὶ ὑπὲρ ταύτην, ὅ γε ἀληθῶς φιλόσοφοι καὶ φιλόθεοι, τὴν πρὸς τὸ κα 35.584 λὸν οἰκείωσιν ἀγαπῶντες δι' αὐτὸ τὸ καλὸν, οὐ τὰς ἀποκειμένας ἐντεῦθεν τιμάς· δευτέρα γὰρ αὕτη τάξις τῶν ἐπαινετῶν, τὸ μισθοῦ τι πράττειν καὶ δι' ἀντίδοσιν· ὥσπερ τρίτη τῷ φόβῳ κολάσεως φεύγειν τὴν μοχθηρίαν. Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα καὶ οὕτως ἔχοντα· καὶ ῥάδιον τοῦτο ἐκ πλειόνων ἐπιδεῖ ξαι τοῖς βουλομένοις.

ΞΑʹ. Ὁ δὲ, ὡς μεγάλης τιμῆς ἀποστερήσειν μέλλων Χριστιανοὺς (κρίνουσι γὰρ οἱ πολλοὶ τὰ τῶν ἄλλων τοῖς ἰδίοις πάθεσι), τοῦτο διώκει πρὸ τῶν ἄλλων τὴν εὐδοκίμησιν. Καὶ οὐδὲ μεγαλοψύχως, τοῖς ἄλλοις διώκταις ὁμοίως, ἀπογράφεται τὴν ἀσέ βειαν· οὐδ', εἰ μὴ βασιλικῶς, τυραννικῶς γε παντά πασι διανοεῖται περὶ ἡμῶν, ἵν' ᾖ μεγαλοπρεπὲς αὐτῷ τὸ ἀσέβημα βιάζεσθαι λαὸν οἰκουμένης, καὶ τυραννῆσαι δόγμα πάντων δογμάτων ὑπερ ανεστηκός· δουλοπρεπῶς δὲ λίαν καὶ ἀγεννῶς κακουργεῖ τὴν εὐσέβειαν, καὶ τὰς περὶ τοὺς λογισμοὺς πλοκὰς καὶ διπλόας τῷ καθ' ἡμῶν διωγμῷ φέρων ἐπεισήγαγε. Τοιγαροῦν εἰς δύο ταῦτα διῃρη μένου τοῦ κρατεῖν, τὸ πείθειν καὶ τὸ βιάζεσθαι, ὃ μὲν ἦν ἀπανθρωπότερον, δήμοις ἐφῆκε καὶ πόλεσι τὸ τῆς τυραννίδος, ὧν καὶ μᾶλλον ἄληπτος ἡ ἀπόνοια διὰ τὴν ἀλογίαν, καὶ τὴν ἀπερίσκεπτον ἐπὶ πάντα φοράν· καὶ τοῦτο οὐ προστάγματι δημοσίῳ, τῷ δὲ μὴ ἀνακόπτειν τὰς ὁρμὰς ἄγραφον προθεὶς νόμον τὸ βούλεσθαι.

ΞΒʹ. Ὃ δὲ ἡμερώτερον καὶ βασιλικώτερον, εἰς ἑαυ τὸν δῆθεν φέρει, τὸ τῆς πειθοῦς· οὐ μὴν εἰς τὸ παν τελὲς τοῦτό γε διεσώσατο· οὐδὲ γὰρ εἶχε φύσιν ἢ πάρδαλιν ἀποθέσθαι τὸ κατάστικτον, ἢ Αἰθίοπα τὸ μέλαν, ἢ πῦρ τὸ καίειν, ἢ τὸν πονηρὸν τὴν 35.585 μισανθρωπίαν ἀπαρχῆς ἀνθρωποκτόνον τυγχάνοντα, ἢ ἐκεῖνον τὴν πονηρίαν, ἀφ' ἧς καθ' ἡμῶν ὥρμησεν· ἀλλ' ὥσπερ τὸν χαμαιλέοντα λόγος παντοῖον γίνεσθαι ῥᾳδίως, καὶ πάσας μὲν ἀναλαμβάνειν χρόας, πλὴν μιᾶς τῆς λευκότητος, τὸν γὰρ Πρωτέα παρίημι τὸν τοῦ μύθου τὸν Αἰγύπτιον σοφιστὴν, οὕτω κἀκεῖ νος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς, πλὴν ἡμερό τητος, καὶ ἦν λίαν ἀπάνθρωπον αὐτῷ τὸ φιλάνθρω πον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότη τος ἡ χρηστότης· ἵν' εἰκότως δοκῇ βιάζεσθαι, τοῦ πείθειν ἀποτυγχάνων.

ΞΓʹ. Καὶ τοῦτο δῆλον ἐξ ὧν βραχὺ μὲν παρ' αὐτῷ τὸ τῆς πειθοῦς, πλεῖον δὲ τὸ τῆς βίας εὐθὺς ἑπόμενον ἦν· ἵν', ὥσπερ ἐν ταῖς θήραις, ἢ ταῖς πάγαις ἁλῶμεν, ἢ τοῖς διώγμασι, καὶ εἷς γε τρόπος πάντως ἡμᾶς χειρώσηται. Οὕτω δὲ διανοηθείς τε καὶ