1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

5

διὰ τὰς ἀνομίας ἡμῶν ἐταπεινώθημεν, ἀλλ' ἀνεκλήθημεν, καὶ, τῆς παγίδος συντριβεί σης, ἐῤῥύσθημεν ἐν χάριτι τοῦ καλέσαντος ἡμᾶς, καὶ τοὺς ταπεινοὺς τῇ καρδίᾳ παρακαλοῦντος Θεοῦ.

ΙΖʹ. Ὁρᾶτε ὅπως πλέκω τὴν ᾠδὴν θείοις καὶ ῥήμασι καὶ διανοήμασι; καὶ οὐκ οἶδ' ὅπως ἀλλοτρίοις ἐπαί ρομαί τε καὶ καλλωπίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ' ἡδονῆς γίνομαι· ἀτιμάζω δὲ ἅπαν ταπεινὸν καὶ ἀν θρώπινον, ἄλλα ἄλλοις συμβιβάζων καὶ συναρμόζων, καὶ εἰς ἓν ἄγων τὰ τοῦ αὐτοῦ Πνεύματος;

ΙΕʹ. Πρότερον μὲν οὖν ἐδείκνυ τοῦ Θεοῦ τὰ θαυμά σια Ἐνὼχ μετατιθέμενος, Ἡλίας ἀναλαμβανόμενος, Νῶε διασωζόμενος, καὶ διασώζων τὰ σπέρματα τῶν γενῶν, ἐν μικρῷ ξύλῳ τὸν κόσμον, φυγόντων οἰκουμένης ἐπίκλυσιν, ἵν' ἡ γῆ κοσμηθῇ πάλιν εὐσε βεστέροις οἰκήτορσιν· Ἀβραὰμ καλούμενος, καὶ παιδὶ παρ' ἡλικίαν τιμώμενος, εἰς πίστιν ἑτέρου τοῦ ἐπηγ γελμένου σπέρματος, καὶ τὸν μονογενῆ προσφέρων θυσίαν πρόθυμον, καὶ ἱερεῖον ξένον ἀντὶ τοῦ παιδὸς κομιζόμενος· παράδοξος ἀσεβῶν ἀπώλεια, 35.548 πυρὶ καὶ θείῳ κατακλυσθέντων, εὐσεβῶν κλοπὴ παραδοξοτέρα, στήλη ἁλὸς τὴν πρὸς τὸ κακὸν ἐπιστροφὴν θριαμβεύουσα· Ἰωσήφ τε πι πρασκόμενος, καὶ ἐρώμενος, καὶ σωφρονῶν, καὶ παρὰ Θεοῦ σοφιζόμενος, καὶ ἐλευθερούμενος, καὶ δυνα στεύων, καὶ σιτοδοτῶν ἐπ' οἰκονομίᾳ μείζονι· Μωϋσῆς θεοφανείας ἀξιούμενος, καὶ νομοθετούμενος καὶ νομοθετῶν, καὶ Θεὸς Φαραὼ γινόμενος, καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας τῷ Ἰσραὴλ ἐξηγούμενος· Αἰγυπτίων τε ἀριθμούμεναι μάστιγες, καὶ σω τηρία τῶν πονουμένων ἐν μέσοις τοῖς Αἰγυπτίοις· θάλασσά τε ὑποχωροῦσα ῥάβδῳ, καὶ συνιοῦσα λόγῳ, καὶ τοὺς μὲν ὡς ξηρὰ παραπέμπουσα, τοὺς δὲ κατὰ τὴν φύσιν ἑαυτῆς ἐπιῤῥέουσα. Ιθʹ. Τἄλλα τε, ὅσα τούτοις ἐπηκολούθησε, στύ λος νεφέλης ἐπισκιάζων ἡμέρας, στύλος πυρὸς φωτί ζων νυκτὸς, καὶ ὁδηγοῦντες ἀμφότεροι· ἄρτος ὑόμε νος ἐν ἐρήμῳ, ὄψον ἐξ οὐρανοῦ πεμπόμενον· ὁ μὲν τῇ χρείᾳ σύμμετρος, τὸ δὲ καὶ ὑπὲρ τὴν χρείαν· ὕδωρ ἐκ πέτρας, τὸ μὲν ἐκδιδόμενον, τὸ δὲ γλυκαινό μενον· Ἀμαλὴκ εὐχῇ καταπολεμούμενος, καὶ χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι· ἥλιός τε ἱστάμενος, καὶ σελήνη κατεχομένη, καὶ Ἰορδάνης ἀνακοπτόμενος· τείχη κατασειόμενα ἱερέων περιόδῳ, καὶ σαλπίγγων ἤχῳ, καὶ ἀριθμῷ δύναμιν ἔχοντι· γῆ καὶ πόκος, ἐναλλὰξ ὑόμενά τε καὶ ἄβροχα διαμέ νοντα· δύναμις ἐν θριξὶ, στρατιᾶς ὅλης ἀντίῤῥοπος· λογάδες ὀλίγοι λάπτοντες, καὶ νικᾷν πιστευόμενοι, καὶ νικῶντες, κατὰ τὰς ἐλπίδας, ὁ βραχὺς ἀριθμὸς τὰς πλείονας χιλιάδας. Τί με δεῖ καταριθμεῖν ἕκαστα, ὅσα δι' αὐτοῦ Χριστοῦ κατὰ τὴν σωτήριον αὐτοῦ παρουσίαν καὶ σάρκωσιν, ὅσα μετ' ἐκεῖνόν τε καὶ δι' ἐκείνου τοῖς ἱεροῖς ἀποστόλοις αὐτοῦ, καὶ ὑπηρέ ταις τοῦ λόγου τεθαυματούργηται; Πόσαι ταῦτα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι; 35.549 ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, καὶ διαδοχαὶ γενεῶν, τῆς τοῦ Θεοῦ δυναστείας τὰ θαύματα. Ἐπεὶ δὲ οὐχ οἷόν τε ταῦτα δηλῶσαι, μὴ τὸ τοῦ κινδύνου παρα στήσαντας μέγεθος· τοῦτο δὲ οὐχ οἷόν τε, μὴ τὸ τοῦ τρόπου κακόηθες διελέγξαντας, καὶ ἐξ οἵων ἀρχῶν καὶ τῆς κακίας σπερμάτων ἐπὶ τὴν κακοδαιμονίαν τοσαύτην ἐξέπεσε, κατὰ μικρὸν τὴν ἀσέβειαν συν αυξήσας, ὥσπερ τὸν ἰὸν τῶν ἑρπετῶν καὶ τῶν θη ρίων ὅσα πικρότατα, πάντα μὲν οὖν ἐκτραγῳδεῖν τὰ ἐκείνου βίβλοις καὶ ἱστορίαις παρήσομεν· οὐ γὰρ ἡμῖν γε σχολὴ μακρότερα τῆς παρούσης ὑποθέσεως ῥαψῳδεῖν· αὐτοὶ δὲ ὀλίγα ἐκ πολλῶν διελθόντες, στη λογραφίαν ὥσπερ τινὰ τοῖς μεθ' ἡμᾶς καταλείψομεν ἐπὶ τὰ κυριώτατα καὶ περιφανέστατα τῶν κατ' ἐκεῖνον τῷ λόγῳ χωρήσαντες. ΚΑʹ. Ἐκεῖνος ἓν μὲν καὶ πρῶτον, ὑπὸ τοῦ μεγάλου Κωνσταντίου σωθεὶς, ἄρτι παρὰ τοῦ πατρὸς διαδεξαμένου τὸ κράτος (ἡνίκα τὸ στρατιωτικὸν ἐξ ωπλίσθη κατὰ τῶν ἐν τέλει, καινοτομοῦν φόβῳ καινο τομίας, καὶ διὰ νέων προστατῶν καθίστατο τὰ βα σίλεια)· καὶ σωθείς γε σὺν τῷ ἀδελφῷ σωτηρίαν ἄπιστον καὶ παράδοξον, οὔτε τῷ Θεῷ χάριν