1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

17

κλίνει φάλαγγας, ἐπιστομίσει καὶ τὴν σὴν ἀσέβειαν, εὖ ἴσθι, κἂν πρὸς ὀλίγον ἀρθῇς, καὶ παίξῃς τὸ τῆς ἀσεβείας δρᾶμα μετὰ τῶν σῶν δαιμόνων;

ΟΒʹ. Πῶς οὐδὲ ταῦτά σοι φοβερὰ, ὦ λίαν τολμηρὲ σὺ καὶ θανατῶν, εἴπερ ἄλλος τις; Πῶς οὐκ αἰδέ σιμα; Ταῦτα μὲν ἤδη καὶ πολλῷ τιμιώτερα τῆς Σό λωνος ἀπληστίας τοῦ σοφοῦ τε καὶ νομοθέτου, 35.596 ἣν Κροῖσος ἤλεγξε τῷ Λυδίῳ χρυσῷ· καὶ τῆς Σωκρά τους φιλοκαλίας· αἰδοῦμαι γὰρ εἰπεῖν παι δεραστίας, κἂν σεμνοποιῆται ταῖς ἐπινοίαις· καὶ τῆς Πλάτωνος λιχνείας τῆς Σικελικῆς, δι' ἣν καὶ πιπράσκεται, καὶ οὐδ' ὑπό τινος ἐξωνεῖται τῶν αὐτοῦ μαθητῶν, ἢ ὅλως Ἕλληνος· καὶ τῆς Ξενοκράτους ὀψοφαγίας· καὶ τῆς ∆ιογένους στωμυλίας, τοῦ τον πίθον οἰκοῦντος, ὑφ' ἧς τοὺς ξένους ὑπεξίστησι τοῖς τυράννοις ἐκ τῆς τραγῳδίας, τοὺς εὐτελεῖς ἄρτους τοῖς σησαμοῦσι· καὶ τῆς Ἐπικούρου φιλοσοφίας, οὐδὲν ὑπὲρ τὴν ἡδονὴν ἀγαθὸν ὁριζομέ νης. Μέγας ὑμῖν ὁ Κράτης· καὶ γὰρ ὄντως φιλόσοφον τὸ μηλόβοτον ἀφεθῆναι τὴν οὐσίαν, καὶ τοῖς παρ' ἡμῖν φιλοσόφοις ὅμοιον. Ἀλλὰ πομπεύει τὴν ἐλευθερίαν τῷ κηρύγματι, ὡς ἄν τις οὐ φιλόσοφος μᾶλλον ἢ φιλόδοξος. Μέγας ὁ, τῆς νηὸς χειμαζομένης, καὶ πάντων ἐκριπτουμένων, χάριν ὁμολογῶν τῇ τύχῃ, συστελλούσῃ εἰς τὸ τριβώνιον. Μέγας ὁ Ἀντισθένης, ὅτι, τὸ πρόσωπον συντριβεὶς ὑπό τινος τῶν ὑβριστῶν καὶ θρασέων, ἐπιγράφει τῷ μετώπῳ μόνον, ὥσπερ ἀνδριάντι δημιουρ γῶν, τὸν παίσαντα, ἴσως ἵνα κατηγορήσῃ θερμό τερον. Ἐπαινεῖς τινα καὶ τῶν οὐ πολὺ πρὸ ἡμῶν, ὅτι πανημέριος ἑστὼς τῷ ἡλίῳ προσηύξατο· ἴσως αὐτὸν τηρήσας καὶ προσγειότερον, ἵνα καὶ συν έλῃ τὴν εὐχὴν, δυομένῳ συγκαταλύσας· καὶ τὴν ἐν Ποτιδαίᾳ στάσιν, τὴν ἐν χειμερίῳ τῇ ὥρᾳ, πάννυχον τῇ θεωρίᾳ προσφιλοπονήσαντος, ὥστε 35.597 μηδὲ ἐπαισθάνεσθαι τοῦ κρύους διὰ τὴν ἔκστα σιν· ἢ καὶ τὴν Ὁμήρου φιλομάθειαν περὶ τὸ Ἀρκαδικὸν ζήτημα, καὶ τὴν Ἀριστοτέλους φιλοσοφίαν καὶ προσεδρίαν ἐπὶ ταῖς τοῦ Εὐρίπου μεταβολαῖς, ὑφ' ὧν τεθνήκασι· καὶ τὸ Κλεάν θους φρέαρ, καὶ τὸν Ἀναξαγόρου ἱμάντα, καὶ τὴν Ἡράκλειτον κατήφειαν.

ΟΓʹ. Πόσοι ταῦτα, καὶ μέχρι τίνος; Τὰς δὲ παρ' ἡμῖν οὐ θαυμάζεις χιλιάδας καὶ μυριάδας· καὶ ταῦτα καὶ τούτων ἔτι θαυμασιώτερα φιλοσοφούντων ἐν παντὶ τῷ βίῳ καὶ κατὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην, ἀνδρῶν τε ὁμοίως καὶ γυναι κῶν, εἰς ἀνδρείαν ἁμιλλωμένων, κἀνταῦθα μό νον ἐπιλανθανομένων τῆς φύσεως, οὗ δεῖ Θεὸν οἰκειοῦσθαι δι' ἁγνείας καὶ καρτερίας· οὐ τῶν ἀγεν νῶν μόνον, καὶ τῷ πονεῖν συνειθισμένων διὰ τὴν ἀπ' ἀρχῆς εὐτέλειαν, ἀλλὰ καὶ τῶν λίαν ὑψηλῶν ποτε καὶ λαμπρῶν, καὶ περιουσίᾳ, καὶ γένει, καὶ δυναστείᾳ, καινοτομούντων τὸ δυσπαθεῖν διὰ τὴν Χριστοῦ μίμησιν· ὧν, κἂν ὁ λόγος μὴ ᾖ (διὰ τὸ μηδ' ἐν λόγῳ τίθεσθαι τὴν εὐσέβειαν, καὶ τῆς ἀπὸ τοῦ στόματος σοφίας βραχὺν εἶναι τὸν καρπὸν, ὡς καὶ τῶν παρ' ὑμῖν τινι ποιητῶν ἔδοξεν), ἀλλὰ τὸ εὔλογον πλεῖον, καὶ ἡ ἐν τοῖς πράγμασι παίδευσις.

Ο∆ʹ. Ἀλλ' ὅμως, ἅπαντα παριδὼν ταῦτα, καὶ πρὸς ἓν τοῦτο μόνον ἰδὼν, ὅπως ἂν χαρίσαιτο τοῖς κατ ενεγκοῦσι πολλάκις αὐτὸν ἀξίως δαίμοσι, πρὶν ἄλλο τι καταστήσασθαι τῶν κοινῶν, ἐπὶ Χριστιανοὺς φέρεται. Καὶ δύο μὲν ταῦτα ἦν αὐτῷ τὰ σπουδαζό 35.600 μενα, Γαλιλαῖοί τε, ὡς αὐτὸς ἐφυβρίζων ἐκάλει, καὶ Πέρσαι τῷ πολέμῳ καρτερῶς παραμένοντες· οὕτω δὲ τὸ ἡμέτερον μεῖζον καὶ περισπου δαστότερον, ὥστε λῆρον καὶ παιδιὰν αὐτῷ τὸ κατὰ Πέρσας νομίζεσθαι. Καὶ τοῦτο οὐκ ἐκφαίνει μὲν, οὐ κρύπτει δέ· ἀλλὰ τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς μανίας, ὥστε ἀεὶ καὶ πρὸς πάντας ὁμολογῶν οὐκ ἐπαύετο. Καὶ οὐδὲ τοῦτο συνεῖδεν ὁ πάντων συν ετώτατος καὶ ἄριστος τοῦ κοινοῦ προστάτης, ὅτι τοῖς μὲν προτέροις διωγμοῖς ὀλίγον ἦν τὸ συγχεόμε νον καὶ παρακινούμενον, οὔπω τοῦ καθ' ἡμᾶς δόγμα τος ἐπὶ πολλοὺς φθάσαντος, ἀλλ' ἔτ' ἐν ὀλίγοις ἱσταμένης τῆς ἀληθείας, καὶ δεομένης