1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

4

διὰ κύκλου τινὸς εὐ θύνων καὶ διεξάγων τὸν ἅπαντα κόσμον, καὶ τὰ ἡμέτερα, σαλευόμενά τε ὁμοῦ καὶ μὴ σαλευόμενα, ταῖς μεταβολαῖς κινούμενα καὶ περιτρεπόμενα, καὶ ἄλλοτε ἄλλως ἔχοντα· τῇ τάξει δὲ τῆς προνοίας πά για καὶ ἀκίνητα, κἂν διὰ τῶν ἐναντίων ὁδεύῃ, τῷ Λόγῳ μὲν δήλων, ἡμῖν δὲ ἀγνοουμένων· ὁ καθαίρων δυνάστας ἀπὸ θρόνων, καὶ ἀνυπονόητον κοσμῶν δια 35.544 δήματι· παρὰ γὰρ τῆς θείας καὶ τοῦτο λαμβάνω Γραφῆς· ὁ γόνασιν ἀδυνατοῦσι θάρσος περιτιθεὶς, καὶ συντρίβων ἁμαρτωλοῦ καὶ πονηροῦ βραχίονας καὶ ταῦτα παρ' ἄλλης ᾠδῆς, ὅπως ἂν ἕκαστον ἐπίῃ τῇ μνήμῃ, πολλῶν συμπληρούντων μοι τὴν ᾠδὴν, καὶ συνερανιζόντων τὸν χαριστήριον· ὁ διδοὺς ὁρᾶσθαι τοῦ ἀσεβοῦς καὶ τὴν ὑπὲρ τὰς κέ δρους ἔπαρσιν, καὶ τὴν εἰς τὸ μηκέτι εἶναι καθαίρε σιν· ὅταν αὐτοῦ παρελθεῖν δυνηθῶμεν τάχει καὶ ἀσ φαλείᾳ ποδὸς τὴν ἀσέβειαν.

ΙΓʹ. Τίς ταῦτα πρὸς ἀξίαν ἄσεται, καὶ διηγήσεται τῶν τὰ θεῖα διηγουμένων; Τίς λαλήσει τὰς δυ ναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; τίνα φωνὴν, ἢ τίνα λόγου δύ ναμιν ἐξισώσει τῷ θαύματι; Τίς συνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς συνέθλασε τὰς κε φαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος; Τίς ἔδωκεν αὐτὸν βρῶμα λαοῖς, οἷς καὶ παρέδωκε; Τίς ἔστησεν εἰς αὔραν καταιγίδα; Τίς εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο; καὶ, Ἐν σοὶ συντριβήσεταί σου τὰ κύ ματα· καὶ μέντοι καὶ συντρίψας, οὐκ ἐπὶ πολὺ με τεωρισθέντα καὶ ἀναζέσαντα; Τίς ἐπάνω ὄφεων καὶ σκορπίων πατεῖν ἐδωρήσατο, οὐκ ἔτι λάθρα τὴν πτέρ ναν τηρούντων, ὡς ἡ κατάκρισις, ἀλλὰ φανερῶς ἐπανισταμένων καὶ διαιρόντων τὴν κεφαλὴν, ἣν πα τεῖσθαι κατεδικάσθησαν; Τίς ὁ ποιήσας κρῖμα καὶ δικαιοσύνην ἀδόκητον; Τίς ὁ μὴ παντελῶς ἐπαφεὶς τὴν ῥάβδον τῶν ἁμαρτωλῶν, ἆρα θαῤῥῆσαι χρὴ τῷ κλήρῳ τῶν δικαίων εἰπεῖν; ἢ, ὃ τούτου μετριώτε ρον, τῷ κλήρῳ αὐτὸν γινωσκόντων;

Ι∆ʹ. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν, τοῦτο γὰρ, ὀλίγοι καὶ ὀλιγάκις· ἵν', ὡς ἀθληταὶ γενναῖοι, τὸν πειραστὴν καταισχύνωσιν· ἀλλ' ὡς ἁμαρ τάνοντες κατεκρίθημεν, εἶτα ἠλεήθημεν κηδεμονι κῶς τε καὶ πατρικῶς, ὅσον σωφρονισθῆναι, πληγέντες, καὶ ὅσον πρὸς αὐτὸν ἐπιστρέψαι νουθετη θέντες. Ἤλεγξε μὲν γὰρ, οὐ τῷ θυμῷ δέ· καὶ πε παίδευκε μὲν, οὐ τῇ ὀργῇ δέ· δι' ἀμφοτέρων δεικνὺς τὸ φιλάνθρωπον καὶ τῆς ὑπομνήσεως, καὶ τῆς ἀν έσεως. Τίς ὁ ποιήσας ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλε γμοὺς ἐν τοῖς λαοῖς, Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. 35.545

ΙΕʹ. Μίαν εὑρίσκω φωνὴν, ἓν μέλος, τῶν παρόν των πως ἄξιον, ἣν Ἡσαΐας πρὸ ἡμῶν ἀνεφθέγξατο, σφόδρα τῷ νῦν καιρῷ πρέπουσαν, καὶ τῷ μεγέθει τῆς εὐεργεσίας ἁμιλλωμένην· Εὐφραινέσθω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιο σύνην· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ ἀγαλλίασιν· ἐπεὶ καὶ κτίσις πᾶσα, καὶ δυνάμεις οὐ ράνιοι, καὶ τῶν τοιούτων, ὥς γε δὴ ὁ ἐμὸς λόγος, συνεπαισθάνονται· οὐ γὰρ συστενάζει μόνον καὶ συν ωδίνει δουλεύουσα τῇ φθορᾷ, τοῖς κάτω λέγω γινο μένοις τε καὶ ἀπογινομένοις, ἀποκαραδοκοῦσα τὸ τέλος τούτων καὶ τὴν ἀποκάλυψιν, ἵνα καὶ αὐτὴ τότε τύχῃ τῆς ἐλπιζομένης ἐλευθερίας, ὡς νῦν ἄκουσα τούτοις προσδεδεμένη διὰ τὴν τοῦ δημιουργήσαντος δύναμιν, ἀλλὰ καὶ συνδοξάζει καὶ συναγάλλεται τοῖς τοῦ Θεοῦ τέκνοις εὐφραινομένοις.

Ιςʹ. Τοιγαροῦν, οὐ γὰρ ἀφέξομαι θείων φωνῶν θείαν ἐξηγούμενος δύναμιν, ἀγαλλιάσθω ἔρημος, καὶ ἀν θείτω ὡς κρίνον, ἡ χήρα χθὲς καὶ πρώην, ὥς γε ἐδόκει, καὶ ἄνανδρος Ἐκκλησία, καὶ πᾶς ὁ τῷ φθο νερῷ καὶ ἀτερπεῖ χειμῶνι τῆς ἀσεβείας τέως συν εσταλμένος· ὅτι ἠλέησε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλέλοιπεν· ὅτι ἐποίησε θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀλη θινήν· ἡ δὲ ἦν, εὐδοκεῖν ἐπὶ τοὺς φοβουμένους αὐ τὸν, καὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· ὅτι συν έτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συν έθλασεν· ὅτι