2
λέγοι· Καὶ τί δήποτε οὐχὶ πάντα συνέγραψε, μέχρι τέλους ὢν μετ' αὐτοῦ; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλομένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν τῷ λογογραφεῖν ἦν αὐτοῖς ἡ σπουδή· πολλὰ γὰρ καὶ ἀγράφῳ παραδόσει δεδώκασι. Καὶ πάντα μὲν οὖν ἄξια θαύματος τὰ ἐν τῷ βιβλίῳ τούτῳ κείμενα, μάλιστα δὲ τῶν ἀποστόλων ἡ συγκατάβασις, ἣν καὶ τὸ Πνεῦμα αὐτοῖς ὑπέβαλλε, παρασκευάζον αὐτοὺς τῷ τῆς οἰκονομίας ἐνδιατρίβειν λόγῳ. ∆ιὰ δὴ τοῦτο τοσαῦτα περὶ Χριστοῦ διαλεχθέντες, ὀλίγα μὲν περὶ τῆς θεότητος αὐτοῦ εἰρήκασι, τὰ δὲ πλείονα περὶ τῆς ἀνθρωπότητος διελέγοντο, καὶ τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναβάσεως. Τὸ γὰρ ζητούμενον τέως τοῦτο ἦν, τὸ πιστευθῆναι, ὅτι ἀνέστη καὶ ἀνέβη εἰς οὐρανούς. Ὥσπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς μάλιστα πάντων ἐσπούδαζε δεῖξαι, ὅτι παρὰ τοῦ Πατρὸς ἥκει· οὕτω καὶ οὗτος, ὅτι ἀνέστη καὶ ἀνελήφθη, καὶ πρὸς αὐτὸν ἀπῆλθε, καὶ παρ' αὐτοῦ ἀφῖκτο. Εἰ γὰρ μὴ τοῦτο ἐπιστεύθη πρότερον, πολλῷ μᾶλλον τῆς προσθήκης γενομένης τῆς κατὰ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν, ἄπιστον ἅπαν τὸ δόγμα τοῖς Ἰουδαίοις ἔδοξεν εἶναι. ∆ιὸ ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς ἐπὶ τὰ ὑψηλότερα ἀνάγει. Ἐν δὲ Ἀθήναις καὶ ἄνθρωπον αὐτὸν ἁπλῶς καλεῖ ὁ Παῦλος, οὐδὲν πλέον εἰπών· εἰκότως. Εἰ γὰρ αὐτὸν τὸν Χριστὸν διαλεγόμενον περὶ τῆς εἰς τὸν Πατέρα ἰσότητος λιθάσαι πολλάκις ἐπεχείρησαν, καὶ βλάσφημον διὰ τοῦτο ἐκάλουν, σχολῇ γ' ἂν παρὰ τῶν ἁλιέων τοῦτον τὸν λόγον ἐδέξαντο, καὶ ταῦτα τοῦ σταυροῦ προχωρήσαντος. βʹ. Καὶ τί δεῖ λέγειν τοὺς Ἰουδαίους, ὅπου γε καὶ αὐτοὶ τότε πολλάκις οἱ μαθηταὶ τῶν ὑψηλοτέρων ἀκούοντες δογμάτων, ἐθορυβοῦντο καὶ ἐσκανδαλίζον 60.16 το; ∆ιὰ τοῦτο καὶ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόμενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάμενοι θαύματα, πῶς ἄνθρωποι ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων (τοιαῦτα γὰρ ἦν τῶν Ἑλλήνων τὰ σεβάσματα), καὶ τῶν ἄλλων τῶν κακῶν τότε πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογμάτων ἐδέξαντο λόγους; πῶς δὲ ἂν καὶ Ἰουδαῖοι, οἱ καθ' ἑκάστην ἡμέραν μανθάνοντες, καὶ ἐνηχούμενοι ὑπὸ τοῦ νόμου· Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος· ἐπὶ ξύλου σταυροῦ ἰδόντες προσηλωμένον αὐτόν· μᾶλλον δὲ καὶ σταυρώσαντες καὶ θάψαντες, καὶ οὐδὲ ἀναστάντα θεασάμενοι· ἀκούοντες, ὅτι Θεός ἐστιν αὐτὸς οὗτος, καὶ τῷ Πατρὶ ἴσος, οὐκ ἂν μάλιστα πάντων ἀπεπήδησάν τε καὶ ἀπεῤῥάγησαν; ∆ιά τοι τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ μὲν κέχρηνται τῇ τῆς συγκαταβάσεως οἰκονομίᾳ, δαψιλεστέρας δὲ ἀπολαύουσι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόματι, ἵνα ἑκατέρωθεν αὐτοὺς χαμαὶ κειμένους ἀναστήσωσι, καὶ τὸν περὶ τῆς ἀναστάσεως πιστώσωνται λόγον. Καὶ γὰρ τοῦτο μάλιστά ἐστι τουτὶ τὸ βιβλίον, ἀπόδειξις ἀναστάσεως. Τούτου δὲ πιστευθέντος, ὁδῷ καὶ τὰ ἄλλα προὔβαινεν. Ἡ μὲν οὖν ὑπόθεσις καὶ ὁ τοῦ βιβλίου σκοπὸς ἅπας, ὡς ἄν τις παχυμερῶς συλλαβὼν εἴποι, οὗτος μάλιστά ἐστιν. Ἀκούσωμεν δὲ λοιπὸν αὐτῶν τῶν προοιμίων. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ Εὐαγγελίου; Ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. Καὶ γὰρ ἀρχόμενος τῆς πραγματείας ἐκείνης φησίν· Ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι. Καὶ οὔτε τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ καὶ ἀνάγει ἐπὶ τοὺς ἀποστόλους τὸ πᾶν, λέγων· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. ∆ιὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως, ἅπαξ αὐτοῦ πιστευθέντος, καὶ δι' ἐκείνου τὸ ἀκριβὲς αὐτὸν τῆς ἀληθείας κατηχήσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ