1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

94

λυπηρά. Οὐδὲ ἐγὼ κωλύω χαίρειν κατὰ Κύριον, ἀλλὰ καὶ σφόδρα παραινῶ. Ἐμαστίζοντο οἱ ἀπόστολοι, καὶ ἔχαιρον· ἐδέδεντο, καὶ εὐχαρίστουν· ἐλιθάζοντο, καὶ ἐκήρυττον. Ταύτην καὶ ἐγὼ βούλομαι τὴν χαράν· ἀπ' οὐδενὸς σωματικοῦ τὴν ἀρχὴν ἔχει, ἀλλ' ἀπὸ πραγμάτων πνευματικῶν. Οὐκ ἔστι τὸν κατὰ κόσμον χαίροντα ὁμοῦ καὶ κατὰ Θεὸν χαίρειν· πᾶς γὰρ ὁ κατὰ κόσμον χαίρων, ἐπὶ πλούτῳ χαίρει, ἐπὶ τρυφῇ, ἐπὶ δόξῃ καὶ δυναστείᾳ, ἐπὶ ἀλαζονείᾳ· ὁ δὲ κατὰ Θεὸν, ἐπὶ ἀτιμίᾳ τῇ δι' αὐτὸν, ἐπὶ πενίᾳ, ἐπὶ ἀκτημοσύνῃ, ἐπὶ νηστείᾳ, ἐπὶ ταπεινοφροσύνῃ. Ὁρᾷς, ὅτι ἐναντίαι αἱ ὑποθέσεις; Ὅσοι ἔξω χαρᾶς εἰσιν ἐνταῦθα, καὶ λύπης· καὶ ὅσοι ἔξω λύπης ἐνταῦθα, καὶ ἡδονῆς. Καὶ ὄντως ταῦτά ἐστι τὰ ποιοῦντα ἀληθῆ χαρὰν, ἐπεὶ ἐκεῖνα ὄνομα μόνον ἔχει χαρᾶς, τὸ δὲ πᾶν ἐν λύπῃ κεῖται. Πόσην ἀνίαν ὁ ἀλαζὼν ἔχει! πῶς διακόπτεται ἐν αὐτῷ τῷ ἀλαζονεύεσθαι, μυρίας ἑαυτῷ μηχανώμενος ὕβρεις, πολὺ τὸ μῖσος, μεγάλην τὴν ἀπέχθειαν, πολὺν τὸν φθόνον, πολλὴν τὴν βασκανίαν! κἂν γὰρ παρὰ τῶν μειζόνων ὑβρισθῇ, ἀλγεῖ· κἂν μὴ πάντων κατεξαναστῇ, δάκνεται. Ὁ δὲ ταπεινὸς ἐν πολλῇ ἐστι τῇ ἡδονῇ, παρ' οὐδενὸς προσδοκῶν τιμήν· ἂν μὲν οὖν τιμηθῇ, ἥσθη, ἂν δὲ μὴ τιμηθῇ, οὐκ ἤλγησεν, ἀλλ' ἀγαπᾷ, ὅτι οὐκ ἐτιμήθη. Ἄρ' οὖν ἐκ τοῦ μὴ ζητεῖν τιμὴν καὶ τιμᾶσθαι, πολλὴ ἡ ἡδονή. Ἐκεῖ δὲ τοὐναντίον, καὶ ζητεῖ τιμὴν, καὶ οὐ τιμᾶται. Οὐχ ὁμοίως δὲ ἥδεται τιμὴν ὁ ζητῶν, καὶ ὁ μὴ ζητῶν. 60.133 Οὗτος ὅσον ἂν λάβη, οὐδὲν ἡγεῖται εἰληφέναι· ἐκεῖνος κἂν τὸ μικρὸν δῷς, ὡς τὸ πᾶν εἰληφὼς δέχεται. Πάλιν ὁ τρυφῶν μυρία πράγματα ἔχει, κἂν ἐξ εὐκολίας καὶ ὥσπερ ἀπὸ πηγῶν αὐτῷ τὰ τῶν προσόδων ἐπιῤῥέῃ, τὰ ἀπὸ τῆς τρυφῆς δεινὰ δέδοικε, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος· οὗτος δὲ ἀεὶ ἐν ἀσφαλείᾳ ἐστὶ καὶ ἐν ἡδονῇ, ἐθίσας ἑαυτὸν ἐν λιτότητι διαίτης. Οὐ γὰρ οὕτως ἑαυτὸν ταλανίζει, ὅτι μὴ μετέχει τραπέζης πολυτελοῦς, ὡς τρυφᾷ, τὸ τοῦ μέλλοντος ἄδηλον μὴ δεδοικώς. Τὰ δὲ ἐκ τῆς τρυφῆς ὅσα δεινὰ, οὐδεὶς ἀγνοεῖ· ἀναγκαῖον δὲ καὶ νῦν εἰπεῖν. ∆ιπλοῦς ὁ πόλεμος, τοῦ σώματος, λέγω, καὶ τῆς ψυχῆς· διπλοῦς ὁ χειμὼν, διπλᾶ τὰ νοσήματα· καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ἀνίατα· καὶ μεγάλας φέρουσι ταῦτα τὰς συμφοράς. Ἀλλ' οὐχ ἡ εὐτέλεια τοιοῦτον, ἀλλὰ διπλῆ ἡ ὑγεία, διπλᾶ τὰ ἀγαθά. Ὕπνος ὑγείας, φησὶν, ἐν ἐντέρῳ μετρίῳ. Πανταχοῦ γὰρ τὸ μὲν σύμμετρον ποθεινὸν, τὸ δὲ ἄμετρον οὐκέτι. Ὅρα γάρ· Σπινθῆρι μικρῷ πολὺν ξύλων ἐπίθες φορυτὸν, καὶ οὐκέτι πῦρ τὸ λάμπον, ἀλλὰ καπνὸν ὄψει σφόδρα ἀηδῆ. Ἀνδρὶ λίαν ἰσχυρῷ καὶ μεγάλῳ φορτίον ἐπίθες τὸ τὴν ἰσχὺν ὑπερβαῖνον, καὶ ὄψει μετὰ τοῦ φορτίου χαμαὶ κείμενον καὶ ἐῤῥιμμένον. Πολὺν τὸν φόρτον ἔμβαλε τῷ πλοίῳ, καὶ χαλεπὸν εἰργάσω τὸ ναυάγιον. Τοιοῦτο δή τι καὶ ἡ τρυφή ἐστι. Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν· οὕτω δὴ καὶ ἐνταῦθα, τὰ μὲν ἄνωθεν ἐμοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, ὅτι αὐτὸ τὸ στόμα τὴν χρῆσιν ἀναλαμβάνει τῶν ὄπισθεν μορίων, καὶ γίνεται ἐκείνων ἀτιμότερον. Εἰ δὲ ἐν τῷ στόματι τοσαύτη ἀσχημοσύνη, ἐννόησον ἐν τῇ ψυχῇ. Καὶ γὰρ ἐκεῖ πάντα γνόφος, πάντα θύελλα, πάντα σκότος, πολλὴ τῶν λογισμῶν σύγχυσις, πιεζομένων, θλιβομένων, τῆς ψυχῆς αὐτῆς τὴν ἐπήρειαν βοώσης. Ἐντεῦθεν καὶ αὐτοὶ οἱ γαστριζόμενοι ἀλλήλους αἰτιῶνται, δυσχεραίνουσι, σπεύδουσι τὴν ἔνδον ἀποῤῥίψασθαι κόπρον. Ὅμως καὶ μετὰ τὸ ῥιφῆναι, οὐδὲ οὕτως ὁ σάλος παύεται· ἀλλὰ καὶ πυρετοὶ ἐντεῦθεν καὶ νόσοι. Ναὶ, φησὶ, νοσοῦσι καὶ ἀσχημονοῦσι· λόγος εἰκῆ ταῦτα διεξιὼν, καὶ νόσους ἡμῖν καταλέγων· νοσῶ γὰρ ἐγὼ, καὶ σπῶμαι ἐγὼ, καὶ ἀσχημονῶ ἐγὼ, ὁ μὴ ἔχων φαγεῖν· τούτους δὲ τοὺς τρυφῶντας ἔστιν εὐπαθοῦντας ἰδεῖν, σφριγῶντας, χαίροντας, φερομένους ἐφ' ἵππων. Οἴμοι! θρήνων γὰρ ἄξια ταῦτα τὰ ῥήματα. Τοὺς δὲ ποδαλγοῦντας, τοὺς ἐπὶ δίφρων φερομένους, τοὺς καταδεσμουμένους, πόθεν ὁρῶμεν, εἰπέ μοι; Καὶ εἰ μὴ τὸ πρᾶγμα ὕβριν ἐνόμιζον, καὶ ὀνειδιστικῶς με ταῦτα 60.134 λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ