1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

38

ἡδίων ἐπιείκεια χολῆς καὶ θρασύτητος. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ τὸ μὲν ὁ διάβολος, τὸ δὲ ὁ Θεὸς ἐπέταξεν. Ὁρᾶτε, ὅτι οὐχ ἁπλῶς εἶπον, ὅτι εἰ καὶ μὴ διάβολος ἦν καὶ Θεὸς, αὐτὰ τὰ ἐπιτάγματα ἱκανὰ ἦν ἡμᾶς ἀποστῆσαι. Ὁ μὲν γὰρ καὶ ἑαυτῷ ἡδὺς, καὶ τοῖς ἄλλοις ὠφέλιμος· ὁ δὲ καὶ ἑαυτῷ ἀηδὴς, καὶ τοῖς ἄλλοις βλαβερός. Οὐδὲν γὰρ ἀτερπέστερον ἀνθρώπου χολῶντος, οὐδὲν φορτικώτερον, οὐδὲν ἐπαχθέστερον, οὐδὲν αἰσχρότερον, ὥσπερ οὖν τοῦ οὐκ εἰδότος χολᾷν οὐδὲν ἥδιον. Θηρίῳ συνοικεῖν κάλλιον, ἢ ἀνθρώπῳ τοιούτῳ. Ἐκεῖνο μὲν γὰρ ἐπειδὰν ἅπαξ ἡμερωθῇ, φυλάττει τὸν αὐτοῦ νόμον· τοῦτον δὲ ὁσάκις ἂν ἡμερώσῃς, πάλιν ἐκθηριοῦται, ἅπαξ εἰς ἕξιν ἑαυτόν τινα τοιαύτην καταστήσας. Καθάπερ γὰρ ἡμέρα λευκὴ καὶ φαιδρὰ, καὶ χειμὼν γέμων πολλῆς τῆς κατηφείας, ἕτερα ἀλλήλων εἰσίν· οὕτως ἡ τοῦ ὀργιζομένου ψυχὴ καὶ τοῦ ἐπιεικοῦς. Ἀλλὰ μήπω τὰ τοῖς ἄλλοις ἴδωμεν βλαβερὰ συμβαίνοντα, ἀλλὰ τὰ ἑαυτοῖς· καίτοι καὶ τοῦτο οὐ μικρὰ βλάβη, ἑτέρῳ τι δοῦναι κακόν· πλὴν ἀλλὰ τέως τοῦτο σκοπῶμεν. Ποῖος δήμιος πλευρὰς οὕτω καταξᾶναι δυνήσεται; τίνες ὀβελίσκοι πεπυρωμένοι διέπειραν σῶμα; ποία μανία οὕτως ἐκστήσειεν ἂν τῶν κατὰ φύσιν φρενῶν, ὡς ὀργὴ καὶ παραπληξία; Οἶδα πολλοὺς ἀπὸ ὀργῆς νόσους τεκόντας. Καὶ οἱ χαλεποὶ τῶν πυρετῶν, μάλιστα οὗτοί εἰσιν. Εἰ δὲ σῶμα οὕτω λυμαίνονται, ἐννόησον τὴν ψυχήν. Μὴ γὰρ λογίσῃ, ὅτι οὐχ ὁρᾷς· ἀλλ' ἐννόησον, ὅτι εἰ τὸ δεχόμενον τὴν κακίαν οὕτω βλάπτεται, τὸ τίκτον πόσην ἂν ὑποδέξηται βλάβην; Πολλοὶ τοὺς ὀφθαλμοὺς ἀπώλεσαν, πολλοὶ εἰς νόσον βαρυτάτην κατέπεσον. Ὁ μέντοι φέρων γενναίως, πάντα ὑποστήσεται εὐκόλως. Ἀλλ' ὅμως καὶ τοιαῦτα ἐπιτάττει φορτικὰ, καὶ τούτων μισθὸν ἡμῖν τίθησι τὴν γέενναν. Καὶ διάβολός ἐστι καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ μᾶλλον τούτῳ πειθόμεθα ἢ τῷ Χριστῷ, Σωτῆρι ὄντι καὶ εὐεργέτῃ, καὶ τοιαῦτα λέγοντι, ἃ καὶ ἡδίω καὶ ὠφελιμώτερα καὶ χρησιμώτερά ἐστι, καὶ ἡμᾶς καὶ τοὺς συνόντας ἡμῖν ὠφελεῖ τὰ μέγιστα. Οὐδὲν ὀργῆς χεῖρον, ἀγαπητὲ, οὐδὲν ἀκαίρου θυμοῦ· οὐ δεῖται πολλῆς τῆς ἀναβολῆς· ὀξὺ τὸ πάθος ἐστί. Πολλάκις καὶ ῥῆμα ἐξέβαλέ τις ὑπὸ θυμοῦ, οὗ εἰς τὴν θεραπείαν ὁλοκλήρου δεῖται βίου· καὶ εἰργάσατό τι, ὃ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀνέτρεψε. Τὸ γὰρ χαλεπὸν τοῦτό ἐστιν, ὅτι καὶ ἐν βραχεῖ καιρῷ, καὶ διὰ μιᾶς πράξεως, καὶ δι' ἑνὸς ῥήματος μόνον τῶν αἰωνίων ἡμᾶς πολλάκις ἐξέβαλεν ἀγαθῶν, καὶ μυρίους ἐκένωσε πόνους. ∆ιὸ παρακαλῶ, πάντα ποιεῖν, ὥστε τὸ θηρίον τοῦτο χαλινοῦν. Ἀλλὰ ταῦτα μὲν περὶ ἐπιεικείας καὶ θυμοῦ· εἰ δὲ καὶ τὰ ἄλλα τις προχειρίσαιτο τῷ λόγῳ, οἷον πλεονεξίαν, ὑπεροψίαν χρημάτων, ἀσέλγειαν, σωφροσύνην, φθόνον, χρηστότητα, καὶ ἀντεξετάσοι, καὶ ἄλλο εἴσεται ἔτι διάφορον, Εἴδετε, πῶς ἀπὸ τῶν προσταγμάτων μόνον ὁ μὲν Θεὸς, ὁ δὲ διάβολος ὢν δείκνυται; Πειθώμεθα τοίνυν τῷ Θεῷ, καὶ μὴ εἰς βάραθρα ἑαυτοὺς ἐμβάλωμεν, ἀλλ' ἕως ἐστὶ καιρὸς, πάντα ἀπονιψώμεθα τὰ τὴν ψυχὴν λυμαινόμενα, ἵνα τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.63 ΟΜΙΛΙΑ Ζʹ. Ἀκούσαντες δὲ τοὺς λόγους τούτους, κατενύγη σαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς

ἀποστόλους· Τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; αʹ. Ὁρᾷς, ὅσον ἐστὶν ἐπιείκεια ἀγαθόν; Αὕτη μᾶλλον τῆς σφοδρότητος τὰς

καρδίας κατακεντεῖ τὰς ἡμετέρας, καὶ ὀξυτέραν δίδωσι τὴν πληγήν. Καθάπερ γὰρ ἐπὶ τῶν ἐσκιῤῥωμένων σωμάτων ὁ πλήττων οὐχ οὕτω ποιεῖ τὴν αἴσθησιν σφοδράν· ἂν δέ τις αὐτὰ μαλάξῃ πρότερον, καὶ ἁπαλὰ ἐργάσηται, τότε νύττει σφοδρότερον· οὕτω