1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

63

αʹ. Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦνται· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Χριστοῦ

χάριτος ταῦτα τεκμήρια ἐπιδείκνυνται. ∆ιὸ καὶ ὅσα μὲν ἐκεῖνοι εἶπον, ταῦτα διηγοῦνται· τὰ δὲ αὐτῶν εἰ καὶ παρατρέχουσιν, ὅμως καὶ ταύτῃ θαρσαλεώτεροι γίνονται. Καὶ σκόπει, πῶς πάλιν ἐπὶ τὴν ἀληθῆ βοήθειαν κατέφυγον, ἐπὶ τὴν συμμαχίαν τὴν ἄμαχον, καὶ πάλιν ὁμοθυμαδὸν, καὶ μετὰ σπουδῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη. Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν, καὶ εἶπον. Ὅρα, πῶς εἰσιν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί. Ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν ἠξίουν αὐτοῖς ἀναδειχθῆναι, οὕτως ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναντίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ἤρξαντο· ∆έσποτα ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ στόματος ∆αυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμενοι, ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Ἐκεῖνα εἰς πέρας ἄγαγε, καὶ δεῖξον, ὅτι κενὰ ἐμελέτησαν. Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Ὁρᾷς τὴν φιλοσοφίαν, καὶ πῶς οὐχὶ καταρωμένων ἐστὶ ταῦτα; Οὐκ ἔθηκαν δὲ τὰς ἀπειλὰς ἰδικῶς, ἀλλ' ὅτι ἠπείλησαν μόνον λέγουσιν· ἐπιτέμνεται γὰρ ὁ συγγραφεὺς τὸν λόγον. Καὶ ὅρα· οὐκ εἶπον, Ῥάξον αὐτοὺς, κατάβαλε αὐτούς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Οὕτω μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς. Καίτοι γε πόσου οὐκ ἄν τις ἐμπλησθείη θυμοῦ, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας, καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; Ἀλλ' οὐχ οἱ ἅγιοι οὗτοι. Ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνωνται αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παῤῥησία, φησί. ∆εηθέντων δὲ αὐτῶν, ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγμένοι. Τοῦ ἀκουσθῆναι αὐτοὺς, καὶ τῆς ἐπισκέψεως τοῦ Θεοῦ τοῦτο 60.94 τεκμήριον γέγονε. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. Τί ἐστιν, Ἐπλήσθησαν; Ἀντὶ τοῦ, Ἀνεπυρώθησαν τῷ Πνεύματι. Καὶ γὰρ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα. Καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὁρᾷς, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν εἰσέφερον; Πανταχοῦ γὰρ τοῦτο χρὴ παρατηρεῖν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν ἐπιδεικνύουσι· καθάπερ Πέτρος ἔλεγεν, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Ὃ ἀνωτέρω οὖν εἶπεν, ὅτι πάντες ἦσαν ἐπιτοαυτὸ, πάλιν ἐνταῦθα δηλῶν τὸ αὐτὸ λέγει, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Εἰπὼν δὲ, ὅτι ἠκούσθησαν, λέγει λοιπὸν αὐτῶν καὶ τὴν ἀρετήν. Καὶ γὰρ μέλλει ἐμβαίνειν εἰς τὸ διήγημα τῆς Σαπφείρας καὶ τοῦ Ἀνανίου. ∆ιὸ θέλων δεῖξαι τὴν μιαρίαν ἐκείνων, πρότερον περὶ τῆς τῶν ἄλλων ἀρετῆς διαλέγεται. Εἰπὲ δή μοι, ἡ ἀγάπη τὴν ἀκτημοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην; Ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν μᾶλλον. Ἄκουε δὲ καὶ τί φησιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἰδοὺ καρδία καὶ ψυχὴ τὸ αὐτό. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. Καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον τῆς ἀναστάσεως οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Καθάπερ ἐγχειρισθέντας αὐτοὺς τοῦτο δείκνυσιν· ἢ καὶ ὡς περὶ ὀφλήματος