1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

3

ἐνεργοῦντες, τὸν κατ' ἀρετὴν εὐ σεβῶς συμπληροῦμεν βίον· παραφθείροντες δὲ αὐτῶν τὴν ἐνέργειαν, πρὸς τὴν κακίαν ὑποφερόμεθα. Καὶ ἔστιν οὗτος κακίας ὅρος, ἡ πονηρὰ, καὶ παρ' ἐντολὴν τοῦ Κυρίου χρῆσις τῶν ἐπ' ἀγαθῷ παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν· ὥσπερ οὖν, τῆς παρὰ Θεοῦ ἐπιζητουμένης ἀρετῆς, ἡ ἐξ ἀγαθοῦ τοῦ συνειδότος κατ' ἐντολὴν τοῦ Κυρίου χρῆσις αὐτῶν. Τούτου δὲ οὕτως ἔχοντος, τὸ αὐτὸ καὶ περὶ τῆς ἀγάπης ἐροῦμεν. Ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾷν τὸν Θεὸν, τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ ἔξωθεν, ἀλλ' αὐτὸς ἄν τις τοῦτο παρ' ἑαυτοῦ καὶ ἐν ἑαυτῷ καταμάθοι. Τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυ μητικοὶ φυσικῶς, εἰ καὶ ὅτι μάλιστα ἄλλῳ ἄλλο φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν. Τί οὖν κάλλους θείου θαυμασιώτερον; Τίς ἔννοια τῆς τοῦ Θεοῦ μεγαλοπρεπείας χαριεστέρα; Ποῖος πόθος ψυ χῆς οὕτω δριμὺς καὶ ἀφόρητος, ὡς ὁ ἀπὸ Θεοῦ ἐγγι νόμενος τῇ ἀπὸ πάσης κακίας κεκαθαρμένῃ ψυχῇ, καὶ ἀπὸ ἀληθινῆς διαθέσεως λεγούσῃ, ὅτι Τετρωμένη ἀγάπης ἐγώ εἰμι; Ἄῤῥητοι παντελῶς καὶ ἀνεκδι ήγητοι τοῦ θείου κάλλους αἱ ἀστραπαί· οὐ παρίστησι λόγος, οὐ δέχεται ἀκοή. Κἂν ἑωσφόρου αὐγὰς εἴπῃς, κἂν σελήνης λαμπρότητα, κἂν ἡλίου φῶς, πάντα ἄτιμα πρὸς εἰκασίαν τῆς δόξης, καὶ πλέον ἀπολειπό μενα πρὸς τὴν τοῦ ἀληθινοῦ φωτὸς σύγκρισιν, ἢ καθόσον βαθεῖα νὺξ, καὶ στυγνὴ σκοτομήνη μεσ ημβρίας καθαρωτάτης. Τοῦτο τὸ κάλλος σαρκίνοις μὲν ὀφθαλμοῖς ἀθεώρητον, ψυχῇ δὲ μόνῃ καὶ διανοίᾳ καταληπτὸν, εἴπου τινα περιέλαμψε τῶν ἁγίων, καὶ ἀφόρητον τοῦ πόθου τὸ κέντρον αὐτοῖς ἐγκατ έλιπεν, οἳ ἀλύοντες πρὸς τὴν ἐνταῦθα ζωὴν ἔλεγον· Οἵ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ τὸ, Ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον· καὶ τὸ, Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα· καὶ, Νῦν ἀπο 31.912 λύεις τὸν δοῦλόν σου, ∆έσποτα. Ὡς δεσμωτήριον τὴν ζωὴν ταύτην βαρυνόμενοι, οὕτω δυσκάθεκτοι ἦσαν ταῖς ὁρμαῖς, ὧν ὁ θεῖος πόθος τῶν ψυχῶν ἥψατο. Οἵ γε, διὰ τὸ ἀκορέστως ἔχειν τῆς θεωρίας τοῦ θείου κάλλους, εὐχὴν ἐποιοῦντο πάσῃ τῇ αἰωνίᾳ ζωῇ συμπαρεκτείνεσθαι τὴν θεωρίαν τῆς τερπνότη τος τοῦ Κυρίου. Οὕτω μὲν οὖν φυσικῶς ἐπιθυμητι κοὶ τῶν καλῶν οἱ ἄνθρωποι. Κυρίως δὲ καλὸν καὶ ἀγαπητὸν τὸ ἀγαθόν. Ἀγαθὸς δὲ ὁ Θεός· ἀγαθοῦ δὲ πάντα ἐφίεται· Θεοῦ ἄρα πάντα ἐφίεται. Ὥστε τὸ ἐκ προαιρέσεως κατορθούμενον καὶ φυσικῶς ἡμῖν ἐνυπάρχει, τοῖς γε μὴ ἐκ πονηρίας τοὺς λογισμοὺς διαστραφεῖσιν. Ἀναγκαῖον οὖν ὄφλημα τὴν εἰς Θεὸν ἀγάπην ἀπαιτούμεθα, ὃ τῇ ἐλλειπούσῃ ψυχῇ πάντων κακῶν ἐστιν ἀφορητότα τον. Θεοῦ γὰρ ἀλλοτρίωσις καὶ ἀποστροφὴ καὶ τῶν ἐν γεέννῃ προσδοκωμένων κολάσεων ἀφορητότερόν ἐστι, καὶ βαρύτερον τῷ παθόντι, ὡς ὀφθαλμῷ φωτὸς στέρησις, κἂν μὴ ὀδύνη προσῇ, καὶ τῷ ζώῳ τοῦ ζῇν. Εἰ δὲ καὶ τοῖς γεννήσασι φυσικὴ στοργὴ παρὰ τῶν γεννηθέντων ὑπάρχει, καὶ δηλοῖ τοῦτό τε ἡ τῶν ἀλόγων σχέσις, καὶ ἡ τῶν ἀνθρώπων παρὰ τὴν πρώτην ἡλικίαν πρὸς τὰς μητέρας διάθεσις, μὴ φανῶμεν ἀλογώτεροι τῶν νηπίων, μηδὲ τῶν θηρίων ἀγριώτεροι, ἀστόργως καὶ ἀλλοτρίως πρὸς τὸν ποιή σαντα ἡμᾶς διακείμενοι· ὃν εἰ καὶ μὴ ἐκ τῆς ἀγα θότητος ὁποῖός ἐστιν ἠπιστάμεθα, ἐξ αὐτοῦ μό νου τοῦ παρ' αὐτοῦ γεγενῆσθαι ἀγαπᾷν καὶ στέργειν ὑπερβαλλόντως ὀφείλομεν, καὶ ἀποκρέμασθαι τῆς μνήμης αὐτοῦ διηνεκῶς, καθάπερ τῶν μητέρων τὰ νήπια. Κρείττων δὲ τῶν φυσικῶς ἀγαπωμένων ὁ εὐεργέτης. Καὶ τοῦτο οὐκ ἀνθρώπων ἴδιόν ἐστι μόνον, ἀλλὰ καὶ πάντων σχεδὸν ζώων πάθος, ἡ πρὸς τοὺς ἀγαθόν τι δεδωκότας οἰκείωσις. Ἔγνω, φησὶ, βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἀπείη δὲ λεχθῆναι περὶ ἡμῶν τὰ ἑξῆς· ὅτι Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Περὶ γὰρ κυνὸς, καὶ πολλῶν ἄλλων τοιούτων, τί χρὴ καὶ λέγειν, ὅσην