1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

3

Ηʹ. Καλῶ καὶ τὴν ἑτέραν μοῖραν εἰς τὴν πανήγυ ριν, ὅσοι, τὸν μὲν τῶν ὅλων ὁμολογοῦντες Θεὸν, καὶ μέχρι τούτου τοὺς λογισμοὺς ὑγιαίνοντες τοῖς δὲ τῆς προνοίας λόγοις οὐκ ἐμβατεύοντες, ἐκ τῶν ἐναντίων πολλάκις τὰ βελτίω διοικουμένης, καὶ τῇ χρηστότητι προκαλουμένης τὴν ἐπανόρθωσιν, ἀλλὰ διὰ πτωχείαν ψυχῆς καὶ κουφότητα, ἐν τῷ ὑπερ ηφανεύεσθαι τὸν ἀσεβῆ τοὺς λογισμοὺς, ἐμπυριζό μενοί τε καὶ ἀναπτόμενοι, καὶ εἰρήνην ἁμαρτωλῶν οὐ φέροντες, ὃ δὴ φησὶν ὁ ψαλμὸς, οὐδ' ὑπομένοντες τοῦ Θεοῦ τὴν βουλὴν, καὶ πρὸς τὸ πέρας μακροθυ μοῦντες· δοῦλοι δὲ ὄντες ἀεὶ τῶν παρόντων καὶ τῶν ὁρωμένων, τοῖς τοιούτοις θαύμασι βεβαιοῦνται πρὸς τὴν ἀλήθειαν.

Θʹ. Καλῶ καὶ τὰς ἐπτοημένας ψυχὰς περὶ τὴν τοῦ κόσμου τοῦδε σκηνὴν καὶ τὸ μέγα θέατρον· καὶ καλῶ γε τοῖς Ἡσαΐου ῥήμασι· Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε, καὶ τὸ τῆς ψυχῆς ὄμμα ἐκ τῆς ἔξω περιπλανήσεως ἐπιστρέψασαι, σχολάσατε καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ὁ Θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν, ὑψούμενος ἐν τῇ γῇ, ἀεί ποτε ἐν πᾶσιν οἷς ἐποίησε θαυμασίοις καὶ τέρασι, καὶ τοῖς νῦν ἐναργέστερον.

Ιʹ. Εἴθε μοι τοῦ χοροῦ μέρος ἦν κἀκεῖνο τὸ σύστημα, ὃ, σὺν ἡμῖν τέως τῷ Θεῷ προσᾷδον οὐ κίβδηλον ᾠδὴν, οὐδὲ ἀδόκιμον, ἀλλὰ καὶ τῆς δεξιᾶς ποτε στάσεως ἀξιούμενον, πιστεύω δὲ, ὅτι καὶ μετ' ὀλίγον ἀξιωθησόμενον, οὐκ οἶδ' ὅ τι παθὸν, ἐξαίφνης μεθαρμόζεταί τε καὶ μετατάττεται· καὶ οὐδὲ ὑπὸ τῆς κοινῆς εὐφροσύνης, ὃ καὶ θαυμάζω μᾶλλον. εἰς ταυτὸν ἔρχεται· ἀλλ' ἰδίαν ἵστησιν οὐκ εὔρυθμόν τινα ταύτην χορείαν, οὐδὲ ἐναρμόνιον· τοσοῦτον γὰρ ἴσως εἰπεῖν καὶ αὐτοὶ δώσουσιν· ἀλλ' ὁποίαν καὶ τίνα; εἰ καὶ κινεῖται λέγειν ὁ ζῆλος, ἀλλ' ἡ πίστις κρατεῖ· καὶ καθέξω τοῦ λόγου τὸ ἀηδὲς αἰδοῖ τῆς ἐλπίδος. Ἔτι μου περιέπω τὰ μέλη· ἔτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας· καὶ διὰ τοῦτο γίνομαι μακροθυμότερος, ἵν' ὀνειδίσω θερ μότερον. 35.541

ΙΑʹ. Μίαν μοῖραν, ἓν ψυχῶν γένος ἀποκηρύττω τῆς πανηγύρεως, στένων μὲν καὶ ἀλγῶν, καὶ οὐδὲ ἐπαΐον τας ἴσως πενθῶν, οὐδ' αἰσθανομένους τῆς ἑαυ τῶν ἀπωλείας ἀποδυρόμενος· τοῦτο γὰρ τῆς πληγῆς αὐτῶν τὸ ἐλεεινότατον· ἀποκηρύττω δ' ὅμως, οἳ, σπαρέντες οὐκ ἐπὶ τὴν στερεὰν πέτραν καὶ ἄσειστον, ἀλλ' ἐπὶ τὴν ξηράν τε καὶ ἄγονον· εἰσὶ δὲ οἱ τῷ λόγῳ προσελθόντες ἐπιπολαίως καὶ ὀλιγόπιστοι, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθέως ἐξανατείλαντες, καὶ προκύψαντες, ἵνα τοῖς πλησίον ἀρέσωσιν, ἔπειτα ὑπὸ βραχείας τοῦ πονηροῦ προσβολῆς καὶ ὀλίγου πειρασμῶν καύσωνος, ἐξηράνθησαν καὶ ἀπέθανον. Καὶ τούτων ἔτι χείρους, καὶ μᾶλλον ἀπο κηρυκτέοι τῆς πανηγύρεως, ὅσοι μηδὲ πρὸς ὀλίγον ἀντέβησαν τῷ καιρῷ, καὶ τοῖς τὴν κακὴν αἰχμαλω σίαν ἡμᾶς αἰχμαλωτίζουσιν ἀπὸ τοῦ ἀναβάντος εἰς ὕψος, καὶ καλῶς ἡμᾶς αἰχμαλωτίσαντος· ἀλλ' ἐκ περιουσίας ἐφάνησαν πονηροί τε καὶ εὔωνοι, οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες, οὐδὲ γενομένης τινὸς αὐτοῖς θλίψεως, ἢ πειρασμοῦ, διὰ τὸν Λόγον σκανδαλι σθέντες, ἀλλὰ προσκαίρου κέρδους, ἢ θεραπείας, ἢ δυναστείας μικρᾶς, οἱ δείλαιοι τὴν ἑαυτῶν σωτηρίαν ἀπεμπολήσαντες.

Ιβʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τοῦ χοροῦ τὸ πλήρωμα, φέρε, ὅση δύναμις, ἁγνισάμενοι καὶ σώ ματα, καὶ ψυχὰς, καὶ μίαν ἀναλαβόντες φωνὴν, ἑνὶ συναρμοσθέντες Πνεύματι, τὴν ἐπινίκιον ᾄδωμεν ἐκείνην ᾠδὴν, ἥν ποτε ᾖσεν ὁ Ἰσραὴλ ἐπὶ τοῖς Αἰ γυπτίοις, τῇ Ἐρυθρᾷ καλυφθεῖσι θαλάσσῃ, ἐξαρ χούσης Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν, οὐκ εἰς θάλασσαν, τοῦτο γὰρ μεθαρμόζω τῆς ᾠδῆς, ἀλλ' ὅποι φίλον ἦν αὐτῷ, καὶ ὅπως αὐτὸς ἐδικαίωσεν· Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, εἶπέ που τῆς ἑαυτοῦ προ φητείας Ἀμὼς φιλοσοφῶν ἐνθεώτατα· ὁ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, καὶ οἱονεὶ