3
ὁ προφήτης τὸ δυσήνιον ᾐνίξατο. Οὐ γὰρ εἶπεν, Ἀπέθου τὸν ζυγὸν, ἀλλὰ, Συνέτριψας τὸν ζυγὸν, ὅπερ σκιρτώντων ἀλόγων ἐστὶν ἁμάρτημα, ἀφηνιώντων, παραιτουμένων τὴν ἀρχήν. Ἀλλὰ πόθεν αὕτη γέγονεν ἡ σκληρότης; Ἀπὸ ἀδηφαγίας καὶ μέθης. Τίς τοῦτό φησιν; Αὐτὸς ὁ Μωϋσῆς· Ἔφαγεν Ἰσραὴλ, καὶ ἐνεπλήσθη καὶ ἐλιπάνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καθάπερ γὰρ τὰ ἄλογα, ἐπειδὰν δαψιλοῦς ἀπολαύσῃ φάτνης, εἰς πολυσαρκίαν ἐκβάντα, φιλονεικότερα καὶ δυσκάθεκτα γίνεται, καὶ οὔτε ζυγοῦ, οὔτε ἡνίας, οὔτε ἡνιόχου χειρὸς ἀνέχεται· οὕτω καὶ ὁ τῶν Ἰουδαίων δῆμος, ὑπὸ τῆς μέθης καὶ πολυσαρκίας εἰς κακίαν ἐσχάτην κατενεχθέντες, ἐσκίρτησαν, καὶ οὐκ ἐδέξαντο τὸν ζυγὸν τοῦ Χριστοῦ, οὐδὲ τὸ ἄροτρον τῆς διδασκαλίας εἵλκυσαν. Ὅπερ οὖν καὶ ἄλλος προφήτης αἰνιττόμενος ἔλεγεν, Ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ἰσραήλ. Ἕτερος δὲ αὐτὸν μόσχον ἀδίδακτον ἐκάλει. Τὰ δὲ τοιαῦτα ἄλογα, πρὸς ἐργασίαν οὐκ ὄντα ἐπιτήδεια, πρὸς σφαγὴν ἐπιτήδεια γίνεται. Ὅπερ οὖν καὶ οὗτοι πεπόνθασι, καὶ πρὸς ἐργασίαν ἀχρήστους ἑαυτοὺς καταστήσαντες, πρὸς σφαγὴν ἐπιτήδειοι γεγόνασι. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Τοὺς ἐχθρούς μου, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτῶν, ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτούς. Τότε ἔδει σε νηστεύειν, ὦ Ἰουδαῖε, ὅτε ἡ μέθη ταῦτά σε εἰργάζετο τὰ δεινὰ, ὅτε ἀσέβειαν ἔτεκεν ἡ ἀδηφαγία, οὐχὶ νῦν· νῦν γὰρ ἄκαιρος ἡ νηστεία καὶ βδελυκτή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ Ἡσαΐας μεγαλοφώνως βοῶν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος. ∆ιὰ τί; Ὅτι εἰς κρίσεις καὶ μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς τοὺς ὑποχειρίους. Εἰ δὲ, ὅτε τοὺς συνδούλους ἔτυπτες, βδελυκτή σου ἦν ἡ νηστεία, ὅτε τὸν ∆εσπότην κατέσφαξας, τότε σου προσδεκτὴ ἡ νηστεία γίνεται; Καὶ πῶς ἂν ἔχοι λόγον; Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, συντετριμμένον, τεταπεινωμένον, οὐχὶ μεθύειν ὑπὸ τῆς ὀργῆς· σὺ δὲ τύπτεις τοὺς συνδούλους; Τότε μὲν οὖν εἰς κρίσεις καὶ μάχας ἐνήστευον· νῦν δὲ εἰς ἀσελγείας καὶ τὴν ἐσχάτην ἀκολασίαν, γυμνοῖς τοῖς ποσὶν ἐπὶ τῆς ἀγορᾶς ὀρχούμενοι· καὶ ἡ μὲν ὑπόθεσις νηστευόντων, τὸ δὲ σχῆμα μεθυόντων. Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης· Ἁγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε, πομπεύσατε νηστείαν· Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευ48.847 μένων γυναικῶν συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι· θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν καταγινώσκουσι τοῦ λόγου, ὅτι εἶπον, Θεάτρου καὶ συναγωγῆς οὐδὲν τὸ μέσον· ἐγὼ δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν. γʹ. Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόῤῥιζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν μαρτυρίαν· οὐκ εἰσὶν Ἰουδαῖοι τῶν προφητῶν ἀξιοπιστότεροι. Τί οὖν ὁ προφήτης φησίν; Ὄψις πόρνης ἐγένετό σοι· ἀπηναισχύντησας πρὸς πάντας. Ἔνθα δὲ πόρνη ἕστηκεν, πορνεῖόν ἐστιν ὁ τόπος· μᾶλλον δὲ οὐχὶ πορνεῖον καὶ θέατρον μόνον ἐστὶν ἡ συναγωγὴ, ἀλλὰ καὶ σπήλαιον λῃστῶν, καὶ καταγώγιον θηρίων· Σπήλαιον γὰρ, φησὶν, ὑαίνης ἐγένετό μοι ὁ οἶκος ὑμῶν· οὐδὲ ἁπλῶς θηρίου, ἀλλὰ θηρίου ἀκαθάρτου. Καὶ πάλιν, Ἀφῆκα τὸν οἶκόν μου, ἐγκαταλέλοιπα τὴν κληρονομίαν μου. Ὅταν δὲ ὁ Θεὸς ἀφῇ, ποία λοιπὸν σωτηρίας ἐλπίς; Ὅταν ὁ Θεὸς ἀφῇ, δαιμόνων κατοικητήριον γίνεται ἐκεῖνο τὸ χωρίον. Ἀλλὰ πάντως ἐροῦσιν, ὅτι καὶ αὐτοὶ τὸν Θεὸν προσκυνοῦσιν· ἀλλὰ μὴ γένοιτο τοῦτο εἰπεῖν! Οὐδεὶς Ἰουδαῖος προσκυνεῖ τὸν Θεόν. Τίς ταῦτά φησιν; Ὁ Υἱὸς τοῦ Θεοῦ. Εἰ τὸν Πατέρα γάρ μου ᾔδειτε, φησὶ, κἀμὲ ᾔδειτε ἄν· οὔτε δὲ ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου οἴδατε. Ποίαν ταύτης ἀξιοπιστοτέραν μαρτυρίαν παραγάγω; Εἰ τοίνυν τὸν Πατέρα ἀγνοοῦσι, τὸν Υἱὸν