1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

54

τοῦ μαρτυρίου. Καὶ εἶπε Μωϋσῆς πάσῃ τῇ συναγωγῇ· Τοῦτο τὸ ῥῆμα ὃ ἐνετείλατο Κύριος. Καὶ ἐπειδὴ προσήγαγεν αὐτοὺς δεῖ γὰρ συντεμεῖν, ἔλουσεν αὐτοὺς ὕδατι, ἐνέδυσε τὸν χιτῶνα, ἔζωσε τὴν ζώνην, ἐνέδυσε τὸν ἐπενδύτην, ἐπέθηκε τὴν ἐπωμίδα, ἔζωσεν αὐτὸν, καὶ συνέσφιγξεν, ἐπέθηκε τὸ λογεῖον, καὶ ἐπὶ τὸ λογεῖον τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ τῆς μίτρας τὸ πέταλον τὸ χρυσοῦν· εἶτα λαβὼν ἀπὸ τοῦ ἐλαίου, ἐπέῤῥανεν ἀπ' αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἡγίασεν αὐτὸ, καὶ τὰ σκεύη, καὶ τὸν λουτῆρα, καὶ τὴν βάσιν, καὶ ἡγίασεν αὐτὰ, καὶ ἐπέχεεν ἀπ' αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἀαρών· καὶ τοῖς υἱοῖς αὐτοῦ ὁμοίως ἐποίησε, καὶ προσήγαγε τὸν μόσχον. Καὶ ἐπειδὴ ἔθυσεν, ἐπιθέντος Ἀαρὼν τὰς χεῖρας, καὶ τῶν υἱῶν αὐτοῦ, ἀπὸ τοῦ αἵματος λαβὼν, ἔθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ ἐκαθάρισε τὸ θυσιαστήριον, καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. Εἶτα ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ αὐτὸν ὡλο48.912 καύτωσε· καὶ προσήγαγε πάλιν κριὸν ἕτερον τὸν τῆς τελειώσεως, καὶ πάλιν ἐπιθέντος Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ τὰς χεῖρας, ἔσφαξε· καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λαβὼν, ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτίου Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς αὐτοῦ τῆς δεξιᾶς, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως ἐποίησεν. Εἶτά τινα τῆς θυσίας λαβὼν, ἐπέθηκεν ἐπὶ ταῖς χερσὶν Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ, καὶ οὕτω προσήνεγκε. Καὶ λαβὼν αἷμα πάλιν, καὶ ἐκ τοῦ ἐλαίου, ἔῤῥανεν ἐπὶ Ἀαρὼν, καὶ τὰς στολὰς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ. Καὶ ἡγίασεν αὐτοὺς, καὶ ἐκέλευσεν ἑψῆσαι κρέας ἐν τῇ αὐλῇ τῆς σκηνῆς, καὶ ἐκεῖ φαγεῖν αὐτό· καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε, φησὶν, ἑπτὰ ἡμέρας ἕως ἡ ἡμέρα πληρωθῇ, ἡμέρα τελειώσεως ὑμῶν· ἑπτὰ γὰρ ἡμέρας τελειώσει τὰς χεῖρας ὑμῶν, ὥστε ἐξιλάσασθαι περὶ ὑμῶν. Ὅταν οὖν λέγῃ ὅτι διὰ τούτων ὁ Ἀαρὼν ἐτελειώθη, διὰ τούτων ἐκαθαρίσθη, διὰ τούτων ἡγιάσθη, διὰ τούτων ἐξιλάσατο τὸν Θεὸν, μηδὲν δὲ τούτων γίνηται νῦν, μήτε θυσία, μήτε ὁλοκαύτωσις, μήτε αἵματος ῥαντισμὸς, μήτε ἐλαίου χρῖσις, μήτε σκηνὴ παρῇ τοῦ μαρτυρίου, μήτε τὸν ὡρισμένον τῶν ἡμερῶν ἀριθμὸν ἔνδον καθέζηται· εὔδηλον ὅτι καὶ ἀτελὴς καὶ ἀκάθαρτος καὶ ἐναγὴς καὶ βέβηλός ἐστιν ὁ παρ' αὐτοῖς ἱερεὺς νῦν, καὶ τὸν Θεὸν παροξύνει. Εἰ γὰρ ἄλλως οὐκ ἐνῆν αὐτὸν τελειωθῆναι, ἀλλ' ἢ διὰ τούτων, ἀνάγκη πᾶσα, τούτων μὴ γινομένων, ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι. Ὁρᾷς ὅτι δικαίως ἔλεγον ὅτι οὐχὶ τῆς ἀληθείας μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ὑποκρίσεως τοῦ πράγματος ἐξηκοντίσθησαν μακράν που καὶ πόῤῥω γενόμενοι; ςʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα. Ὅτε γοῦν τῷ Ἀαρὼν ἐπανέστησαν μιαροί τινες ἄνθρωποι καὶ πανώλεθροι, τῆς ἀρχῆς αὐτὸν ἐκβάλλειν ἐπιχειροῦντες, καὶ ὑπὲρ τῆς τιμῆς πρὸς αὐτὸν ἀμφισβητοῦντες· ὁ πραότατος Μωϋσῆς, βουλόμενος αὐτοὺς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχ ὡς ἀδελφὸν καὶ προσήκοντα καὶ οἰκεῖον ἐπὶ ταύτην ἤγαγε τὴν ἀρχὴν, ἀλλὰ τῇ ψήφῳ τοῦ Θεοῦ πειθόμενος ἐνεχείρισεν αὐτῷ τὴν ἱερωσύνην ἐκείνην, ἐκέλευσεν ἀνὰ ἑκάστην φυλὴν ῥάβδον κομίσαι, ἔτι δὲ καὶ τῷ Ἀαρών. Ἐπειδὴ δὲ ἐκόμισαν, λαβὼν αὐτὰς ἁπάσας, ἔνδον ἀπέθετο, καὶ ἀποθέμενος τὴν τοῦ Θεοῦ λοιπὸν κρίσιν ἀναμένειν ἐκέλευσε τὴν διὰ τῶν ῥάβδων γινομένην ἐκείνων. Εἶτα ἀθρόον τῶν ἄλλων μενουσῶν ἐπὶ τοῦ αὐτοῦ σχήματος, ἡ τοῦ Ἀαρὼν ἐβλάστησε μόνη, καὶ φύλλα ἤνεγκε καὶ καρποὺς, ἵνα μάθωσιν ὅτι ὁ τῆς φύσεως ∆εσπότης πάλιν αὐτὸν ἐχειροτόνει, ἀντὶ γραμμάτων τοῖς φύλλοις χρώμενος. Ὁ γὰρ εἰπὼν ἐξ ἀρχῆς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ τὴν δύναμιν αὐτῆς πρὸς καρπογονίαν διεγείρας, οὗτος καὶ τὸ ξύλον τότε ἐκεῖνο, ξηρὸν ὂν καὶ ἄκαρπον, καὶ γῆς χωρὶς καὶ ῥίζης, βλαστῆσαι ἐποίησε· καὶ ἦν λοιπὸν ἔλεγχος καὶ μάρτυς καὶ τῆς ἐκείνων κακίας καὶ τῆς τοῦ Θεοῦ κρίσεως ἡ ῥάβδος ἐκείνη, φωνὴν μὲν οὐκ ἀφιεῖσα,