1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

34

πλέον, τοῦτό ἐστι τὸ παντὸς θαύματος ἔχον ὑπερβολήν. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι νῦν ἡ Ἐκκλησία ἀπὸ τῆς τῶν βασιλέων εἰρήνης συνέστηκεν, ὅτε ἐλάττων ἦν, ὅτε ἀσθενεστέρα εἶναι ἐδόκει, τότε αὐτὴν πολεμεῖσθαι συνεχώρησεν ὁ Θεὸς, ἵνα μάθῃς, ὅτι καὶ ἡ νῦν ἀσφάλεια αὐτῆς οὐκ ἀπὸ τῆς τῶν βασιλέων εἰρήνης, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως γίνεται.

γʹ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναλόγισαι πόσοι δόγματα ἠβουλήθησαν εἰσαγαγεῖν παρ' Ἕλλησι, καὶ πολιτείαν ἐνστήσασθαι ξένην, οἷον Ζήνων, Πλάτων, Σωκράτης, ∆ιαγόρας, Πυθαγόρας, καὶ ἕτεροι μύριοι· ἀλλ' ὅμως τοσοῦτον ἀπέσχον περιγενέσθαι, ὡς μηδὲ ἐξ ὀνόματος εἶναι τοῖς πολλοῖς γνώριμοι. Ὁ δὲ Χριστὸς οὐκ ἔγραψε πολιτείαν μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης αὐτὴν κατεφύτευσε. Πόσα λέγεται Ἀπολλώνιος ὁ ἐκ Τυάνων πεποιηκέναι; Ἀλλ' ἵνα μάθῃς ὅτι ψεῦδος πάντα ἐκεῖνα ἦν καὶ φαντασία, καὶ ἀληθὲς οὐδὲν, ἔσβεσται, καὶ τέλος εὐθὺς ἔλαβεν. Καὶ μηδεὶς ὕβριν εἶναι νομιζέτω τοῦ Χριστοῦ, ὅτι ἐν τοῖς περὶ αὐτοῦ λόγοις Πυθαγόρου καὶ Πλάτωνος, Ζήνωνος καὶ τοῦ Τυανέως μεμνήμεθα· οὐ γὰρ ἐξ οἰκείας τοῦτο ποιοῦμεν γνώμης, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν Ἰουδαίων συγκαταβαίνοντες, τῶν νομιζόντων αὐτὸν ἄνθρωπον εἶναι ψιλόν· ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίησεν; εἰσελθὼν γὰρ εἰς τὰς Ἀθήνας, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ Εὐαγγελίων αὐτοῖς διελέγετο, ἀλλ' ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον τῶν Εὐαγγελίων εἶναι ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν ἦσαν τιμιώτερα, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας διελέγετο τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώσατο δογμάτων. ∆ιὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ. Οὕτω καὶ ἡ Παλαιὰ περὶ τοῦ Θεοῦ διαλεγομένη πρὸς Ἰουδαίους ποιεῖ λέγουσα οὕτως· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Τί λέγεις, ὦ Μωϋσῆ; ὅλως γάρ ἐστι σύγκρισις; Οὐ κατὰ σύγκρισιν τοῦτο ποιῶν εἶπον, φησὶν, ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους διαλέγομαι, τοὺς μεγάλην περὶ τῶν δαιμόνων ἔχοντας δόξαν, τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνων, 48.887 τοῦτον τῆς διδασκαλίας εἰσήγαγον τὸν τρόπον. Ἐπεὶ οὖν καὶ ἡμῖν πρὸς Ἰουδαίους ὁ λόγος, τοὺς ἄνθρωπον ψιλὸν εἶναι νομίζοντας τὸν Χριστὸν καὶ παράνομόν τινα, διὰ τοῦτο καὶ ἀπὸ τῶν παρ' Ἕλλησι θαυμαζομένων ἐποιησάμεθα τὴν ἐξέτασιν. Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν παρ' αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καὶ εἰς προστάτας ἀναῤῥηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς ἀποδείξεσι ταύταις. Οὕτω γοῦν καὶ ὁ Γαμαλιὴλ αὐτοὺς ἐπεστόμισεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτοὺς μαινομένους, καὶ ἐπιθυμοῦντας τὸ αἷμα τῶν μαθητῶν ἐκχέειν, βουλόμενος αὐτοὺς τῆς ἀκαθέκτου μανίας κατασχεῖν, κελεύσας ἔξω ποιῆσαι βραχὺ τοὺς ἀποστόλους, οὕτω πρὸς αὐτοὺς ἔλεγεν· Προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν· καὶ ἠκολούθησαν αὐτῷ ἄνδρες τετρακόσιοι· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ μετ' ἐκεῖνον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ὃς ἀπέστησεν ὄχλον ἱκανόν· κἀκεῖνος ἀπέθανε, καὶ οἱ μαθηταὶ αὐτοῦ ἀπώλοντο. Καὶ τὰ νῦν λέγω ὑμῖν, προσέχετε ἑαυτοῖς, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτὸ, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. Πόθεν οὖν δῆλον ἔσται, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων, καταλυθήσεται; Πεῖραν ἐλάβετε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ. Ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι ἐκεῖνοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις, καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατὲ, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀποῤῥήτῳ δυνάμει τὰ καθ' ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι' αὐτῶν τῶν