1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

3

πιστευθεὶς, πολλῷ μᾶλλον ὁ ταῦτα συνθεὶς ἃ μὴ παρ' ἑτέρων παρείληφεν, ἀλλ' ἃ εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, φησὶ, πολλῷ μᾶλλον τὰ τῶν ἀποστόλων. Τί οὖν; ἱστορία μόνον τὸ πρᾶγμά ἐστι, καὶ Πνεύματος ἄμοιρος ὁ λόγος; Οὐδαμῶς. Πῶς; Ὅτι ἅπερ οἱ ἀπαρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου αὐτῷ παρέδοσαν, τοῦ Πνεύματος ἦσαν. Καὶ διατί μὴ εἶπεν, ὅτι Καθὼς παρέδοσαν ἡμῖν οἱ Πνεύματος ἁγίου καταξιωθέντες, ἀλλ', Οἱ ἀπ' ἀρχῆς αὐτόπται γενόμενοι; Ὅτι τοῦτο μάλιστα εἰς πίστιν ἐστὶν ἀξιόπιστον, τὸ παρὰ αὐτοπτῶν μαθεῖν· ἐκεῖνο δὲ καὶ ἀλαζονεία, καὶ τῦφος ἂν ἔδοξε τοῖς ἀνοήτοις. ∆ιὸ καὶ Ἰωάννης οὕτως ἔλεγεν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ οὕτω διαλέγεται τῷ Νι 60.17 κοδήμῳ παχυτέρῳ ὄντι· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐδεὶς λαμβάνει. Καὶ πάλιν δεικνὺς, ὅτι πολλὰ καὶ ἀπὸ ὄψεως μαρτυρεῖν ἔστι, τοῖς μαθηταῖς ἔλεγε· Καὶ ὑμεῖς μαρτυρεῖτε περὶ ἐμοῦ, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Καὶ αὐτοὶ οἱ ἀπόστολοι πολλαχοῦ οὕτω φασί· Μάρτυρες ἡμεῖς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Καὶ μετὰ ταῦτα δὲ πιστούμενος τὴν ἀνάστασιν ὁ Πέτρος ἔλεγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Τάχιον γὰρ τὴν παρὰ τῶν συγγενομένων ἀνθρώπων μαρτυρίαν ἐδέχοντο, διὰ τὸ τῆς περὶ τοῦ Πνεύματος ἐννοίας σφόδρα τέως ἀποδεῖν. ∆ιὰ τοῦτο καὶ Ἰωάννης ἐν τῇ τοῦ Εὐαγγελίου συγγραφῇ ἔλεγεν, ὅτι αὐτὸς εἶδε, περὶ τοῦ αἵματος καὶ τοῦ ὕδατος διαλεγόμενος, τὴν ὄψιν αὐτοῖς ἀντὶ μαρτυρίας τιθεὶς μεγίστης· καίτοι ὄψεως ἀκριβέστερα τὰ παρὰ τοῦ Πνεύματος, ἀλλ' οὐ παρὰ τοῖς ἀπίστοις. Ἐπεὶ ὅτι Πνεύματος μετεῖχεν ὁ ἀνὴρ, πολλαχόθεν δῆλον, ἀπό τε τῶν σημείων τῶν νῦν γινομένων, ἀπό τε τοῦ καὶ τοὺς τυχόντας τότε μεταλαμβάνειν Πνεύματος, ἀπό τε τῆς Παύλου μαρτυρίας (Οὗ γὰρ, φησὶν, ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ), ἀπό τε τῆς κατὰ τὴν χειροτονίαν ψήφου. Εἰπὼν γὰρ τοῦτο, ἐπάγει· Ἀλλὰ καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἐκκλησιῶν, συνέκδημος ἡμῶν ἐν τῇ χάριτι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. γʹ. Καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον. Οὐ γὰρ λέγει, Τὸ μὲν πρῶτον Εὐαγγέλιον, ὃ εὐηγγελισάμην· ἀλλὰ, Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην, μείζονα ἑαυτοῦ εἶναι νομίζων τοῦ Εὐαγγελίου τὴν προσηγορίαν. Καίτοιγε ὁ Ἀπόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ. Ἀλλ' αὐτὸς μετριάζει καί φησι· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν· οὐχ ἁπλῶς, περὶ πάντων, ἀλλ' ἀπ' ἀρχῆς μέχρι τέλους. Ἄχρι γὰρ τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη. Καὶ μὴν Ἰωάννης δείκνυσιν, ὅτι οὐκ ἦν δυνατὸν πάντα γράψαι. Θέλων γὰρ τοῦτο δηλῶσαι, εἰπὼν, Ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν τὸν κόσμον οἶμαι χωρῆσαι, προστίθησι, Τὰ γραφόμενα βιβλία. Πῶς οὖν, φησὶ, περὶ πάντων οὗτος λέγει; Ἀλλ' οὐκ εἶπε, Πάντα, ἀλλὰ, Περὶ πάντων· ὡς ἂν εἴποι τις, ἁδρομερῶς καὶ παχυμερῶς· ἢ περὶ πάντων λέγει, τῶν συνεχόντων καὶ κατεπειγόντων. Εἶτα δείκνυσι καὶ ποίων πάντων. Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, τὰ θαύματα καὶ τὰς διδασκαλίας αἰνιττόμενος. Οὐ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι καὶ ποιῶν ἐδίδασκεν. Ὅρα δὲ αὐτοῦ καὶ τὴν φιλάνθρωπον καὶ ἀποστολικὴν γνώμην, εἰ καὶ ἑνὸς ἕνεκεν τοσαύτην ἐποιεῖτο ἀκρίβειαν, ὡς ὁλόκληρον Εὐαγγέλιον γράψαι. Ἵνα γὰρ ἔχῃς, φησὶ, περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Καὶ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστι θέλημα τοῦ Πατρός μου, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Καὶ τίνος ἕνεκεν οὐχ ἓν βιβλίον ἐποίησεν, ἑνὶ τῷ Θεοφίλῳ ἐπιστέλλων, ἀλλ' εἰς δύο διεῖλεν ὑποθέσεις; Σαφηνείας ἕνεκεν, καὶ τοῦ διαναπαῦσαι τὸν ἀκροατήν· ἄλλως δὲ, καὶ τῇ ὑποθέσει διῃρημέναι εἰσὶν αἱ πραγματεῖαι. Σκόπει δὲ ὅπως ἑαυτοῦ τοὺς λόγους ὁ Χριστὸς διὰ τῶν ἔργων ἀξιοπίστους ἐποίει. 60.18 Περὶ πραότητος παρῄνει, καὶ ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐδίδασκεν ἀκτήμονας εἶναι, καὶ τοῦτο ἐδείκνυτο διὰ τῶν ἔργων· Ὁ γὰρ Υἱὸς