1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

5

ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος, τὸ κατὰ τοῦ Κυρίου, καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ, βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται, τῷ ἐχθρῷ τοῦ Χρι στοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρ σεως κατ' αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος, καὶ ἐγερθέντος, ᾧ καὶ διὰ τοῦτο περισσοτέρως ὀφειλέται ἐσμὲν, καθὼς γέγραπται. Καὶ περὶ μὲν τῆς εἰς Θεὸν ἀγάπης τοσαῦτα. Σκοπὸς γὰρ, ὡς προεῖπον, οὐχὶ πάντα εἰπεῖν· ἀδύνατον γάρ· ἀλλ' ἐπὶ κεφα λαίων σύντομον ὑπόμνησιν ἀνακινοῦσαν ἀεὶ τὸν θεῖον πόθον ταῖς ψυχαῖς ἐμποιῆσαι.

ΕΡΩΤΗΣΙΣ Γʹ. Περὶ τῆς εἰς τὸν πλησίον ἀγάπης. Ἀκόλουθον δ' ἂν εἴη περὶ τῆς

δευτέρας καὶ τάξει καὶ δυνάμει ἐντολῆς διελθεῖν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὖν ὁ νόμος τῶν σπερματικῶς ἐνυπαρ 31.917 χουσῶν ἡμῖν δυνάμεων γεωργός ἐστι καὶ τροφεὺς, εἴρηται ἡμῖν ἐν τοῖς ἔμπροσθεν λόγοις· ἐπειδὴ δὲ ἀγαπᾷν προστετάγμεθα τὸν πλησίον ὡς ἑαυτοὺς, καταμάθωμεν, εἰ καὶ δύναμιν πρὸς τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης ἔχομεν παρὰ τοῦ Θεοῦ. Τίς οὖν οὐκ οἶδεν, ὅτι ἥμερον καὶ κοινωνικὸν ζῶον ὁ ἄνθρωπος, καὶ οὐχὶ μοναστικὸν, οὐδὲ ἄγριον; Οὐδὲν γὰρ οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ ἀγαπᾷν τὸ ὁμό φυλον. Ὧν οὖν αὐτὸς ἔδωκεν ὁ Κύριος ἡμῖν προλα βὼν τὰ σπέρματα, τούτων ἀκολούθως καὶ τοὺς καρ ποὺς ἐπιζητεῖ, λέγων· Ἐντολὴν καινὴν δίδω μι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Καὶ πρὸς ταύτην τὴν ἐντολὴν διεγεῖραι βουλόμενος ἡμῶν τὴν ψυχὴν, ἀπόδειξιν τῶν αὐτοῦ μαθητῶν, οὐ σημεῖα καὶ δυνά μεις παραδόξους ἀπῄτησεν (καίτοι καὶ τούτων ἐν Πνεύματι ἁγίῳ χαρισάμενος τὴν ἐνέργειαν)· ἀλλὰ τί φησιν; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ οὕτω πανταχοῦ τὰς ἐντολὰς ταύτας συνάπτει, ὥστε τὴν εἰς τὸν πλησίον εὐποιίαν εἰς ἑαυτὸν μετα τίθησιν. Ἐπείνασα γὰρ, φησὶ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Εἶτα ἐπάγει, ὅτι Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Οὐκοῦν διὰ μὲν τῆς πρώτης ἔστι κατορθῶσαι καὶ τὴν δευτέραν· διὰ δὲ τῆς δευτέρας ἐπανελθεῖν αὖθις ἐπὶ τὴν πρώτην· καὶ ἀγαπῶντα μὲν τὸν Κύ ριον, ἀγαπᾷν ἀκολούθως καὶ τὸν πλησίον. Ὁ γὰρ ἀγαπῶν με, εἶπεν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει. Αὕτη δέ ἐστι, φησὶν, ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς· ἀγαπῶντα δὲ πάλιν τὸν πλησίον, τὴν εἰς τὸν Θεὸν ἀγάπην ἀποπληροῦν, αὐτοῦ εἰς ἑαυτὸν ὑποδε χομένου τὴν χάριν. ∆ιόπερ ὁ μὲν πιστὸς θερά πων τοῦ Θεοῦ Μωσῆς τοσαύτην ἐπεδείκνυτο τὴν εἰς τοὺς ἀδελφοὺς ἀγάπην, ὥστε καὶ ἐξαλειφθῆναι ᾑρεῖτο ἐκ τῆς βίβλου τοῦ Θεοῦ, εἰς ἣν ἐγέγραπτο, εἰ μὴ συγχωρηθείη τῷ λαῷ τὸ ἁμάρτημα. Παῦλος δὲ ἀνά θεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν συγγενῶν κατὰ σάρκα ἀπετόλμησεν εὔξασθαι, τῆς πάντων σωτηρίας ἑαυτὸν ἀντάλλαγμα, κατὰ μίμησιν τοῦ Κυρίου, γενέσθαι βουλόμενος· ἅμα δὲ καὶ εἰδὼς, ὅτι ἀμήχανον ἦν ἀλλοτριωθῆναι Θεοῦ τὸν διὰ τὴν εἰς αὐτὸν ἀγάπην ὑπὲρ τῆς μεγίστης τῶν ἐντο λῶν τὴν παρὰ τοῦ Θεοῦ χάριν προϊέμενον, καὶ ὅτι διὰ τοῦτο πολυπλασίονα ἔμελλεν ὧν ἔδωκεν ἀντιλή ψεσθαι. Πλήν γε ὅτι μέχρι τούτου τοῦ μέτρου τῆς πρὸς τὸν πλησίον ἀγάπης ἔφθασαν οἱ ἅγιοι, ἱκανὴν ἀπόδειξιν ἔχει τὰ εἰρημένα. 31.920

ΕΡΩΤΗΣΙΣ ∆ʹ. Περὶ φόβου Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Τοῖς μὲν οὖν ἄρτι εἰσαγομένοις

εἰς τὴν εὐσέβειαν ἡ διὰ τοῦ φόβου στοιχείωσις χρησιμωτέρα, κατὰ τὴν ὑποθήκην τοῦ σοφωτάτου Σολομῶντος, εἰπόντος· Ἀρχὴ σοφίας, φόβος Κυρίου· ὑμῖν δὲ, ὡς διαβεβη κόσι τὴν ἐν Χριστῷ νηπιότητα, καὶ οὐκέτι δεομέ νοις γάλακτος, ἀλλὰ δυναμένοις τῇ στερεᾷ τῶν δο γμάτων τροφῇ τὸν ἔσω ἄνθρωπον τελειοῦσθαι, τῶν κεφαλαιωδεστέρων ἐντολῶν χρεία, ἐν αἷς πᾶσα ἀλή θεια τῆς ἐν Χριστῷ ἀγαπῆς