5
εἶναι νιφάδας, -ἀγωνοθετοῦντά τε ὁμοίως νῦν καὶ ἀγωνιζόμενον πρό τερον. 10.9 Ἄλλοι τὸ στερρὸν ἐπαινείτωσαν τῷ πράῳ συγκεκραμένον καὶ τὸ ἐν τῷ μειλιχίῳ μὴ συμπεπτωκός, οἷα τὰ τῶν λεόντων σκιρτήματα. Ἄλλοι τὸν εὐρυσθενῆ χρυσὸν καὶ τιμήεντα, μετὰ τῶν σεμνῶν ὀνομάτων ἀτιμασ θέντα καὶ προτροπάδην εἴξαντα δίκῃ τῇ σῇ· πρᾶγμα μόνον δὴ πάντων καὶ ἀκοῆς καὶ πίστεως ὑψηλότερον. 10.10 Ποιητικὸς δέ τις ἀνὴρ καὶ τὴν τέχνην ἄφετος καὶ αὐτόνομος καὶ μέλος ἀγροικὸν προσᾳδέτω σοι, γηπόνων χορὸν στησάμενος, καὶ ἀμησάμενος στάχυν ὡραῖον πλεκέτω στέφανον ὅτι ἥδιστον, ἡμερίδας τε περὶ κεφαλῆς ἐγειρέτω κισσῷ διαπλόκους καὶ βότρυσι. 10.11 Γεωργίας ταῦτα θαλύσια, διὰ σοῦ πάλιν ἀνθρώποις ἐπανελθούσης· πέτραι τε γάλα ναόντων καὶ μέλι κρῆναι, καὶ φυτὸν ἅπαν ἅμα ἡρέμοις κομάτω καρποῖς, σύντροφόν τε ὁμοίως καὶ ὄρειον, οἷα τὰ τῶν ποιητῶν πλάσματα, ὅταν τινὶ ποιῶσι χαριζομένην τὴν γῆν. 10.12 Ταῦτα μέν, ὅπερ ἔφην, λεγόντων τε καὶ πλαττόντων ἕτεροι· 20τὸ γὰρ οἰκεῖον20 ἅπαν οὐ 20πιέζει20 μόνον, ὡς τῇ λύρᾳ δοκεῖ, ἀλλὰ καὶ εὐφραίνειν μάλιστα πέφυκεν. Ἐγὼ δὲ ὃ διαφερόντως τῶν σῶν ἄγαμαί τε καὶ ἀσπάζομαι, τοῦτο ἐρῶ· ὅτι τῆς τοῦ καιροῦ δυσκολίας κρείττονα σεαυτὸν παρέχεις. 10.13 Ἕλλην μὲν ὢν τὴν θρησκείαν καὶ τῷ παρόντι κράτει τὰ τοῦ κράτους ὑπηρετούμενος· ὑπηρετούμενος δέ, οὐχ ὅσα οἱ τοῦ καιροῦ κόλακες, ἀλλ' ὅσα οἱ τοῦ καλοῦ φίλοι καὶ μεγαλόφρονες· καὶ τῶν μὲν τὴν θεραπείαν ἀφοσιούμενος, τηρῶν δὲ τῇ πατρίδι τὴν εὔνοιαν καὶ ἀθάνατον ἐν θνητῷ πράγματι τὴν δόξαν καρπούμενος. 10.14 Κἀκεῖνο δέ σου τῶν ἐπαινετῶν, ὅτι καὶ φιλίᾳ τι νέμεις αἰδοῦς ἐν τοσούτῳ τῆς ἀρχῆς ὄγκῳ· καὶ σχολὴν ἄγεις ἀπὸ τοσούτων ὧν πράττεις, μὴ μεμνῆσθαι μόνον, ἀλλὰ καὶ τιμᾶν διὰ γραμμάτων τοὺς φίλους καὶ τὸν πόθον ὁμολογεῖν καὶ πρὸς ἑαυτὸν ἕλκειν ἀπόντας. 10.15 Ἀνθ' ὧν ἐπεύχομαί σοι, τῶν μὲν εἰς εὐδοξίαν μεῖζον οὐδὲν (κἂν γὰρ προσθήκην ἡ ἀρχὴ λάβῃ, τήν γε ἀρετὴν λαβεῖν οὐκ ἔνεστιν), ἓν δὲ ἀντὶ πάντων καὶ μέγιστον, γενέσθαι μεθ' ἡμῶν ποτε καὶ Θεοῦ, καὶ τῆς διωκομένων εἶναι μερίδος, μὴ τῶν διωκόντων· ἐπειδὴ τὸ μὲν καιροῦ φορᾷ παρασύρεται, τὸ δὲ ἀθάνατον ἔχει τὴν σωτηρίαν.
11.t ΓΡΗΓΟΡΙΩΙ 11.1 Ἔχω τι δεξιὸν ἐν τῇ φύσει (μεγαλαυχήσομαι γὰρ ἕν τι
τῶν πολλῶν καὶ αὐτός)· ὁμοίως ἐμαυτῷ τε δυσχεραίνω βουλευομένῳ κακῶς καὶ τοῖς φίλοις. 11.2 Ἐπειδὴ τοίνυν φίλοι πάντες ἀλλήλων καὶ συγγενεῖς οἱ κατὰ Θεὸν ζῶντες καὶ τῷ αὐτῷ Εὐαγγελίῳ στοιχοῦντες, τί οὐκ ἀκούσῃ παρ' ἡμῶν μετὰ παρρησίας ἃ πάντες ὑποτονθορύζουσιν; 11.3 Οὐκ ἐπαινοῦσί σου τὴν ἄδοξον εὐδοξίαν, ἵν' εἴπω τι κἀγὼ καθ' ὑμᾶς, καὶ τὴν κατὰ μικρὸν ἐπὶ τὰ χείρω ῥοπήν, καὶ τὴν 20κακίστην δαιμονίων20, ᾗ φησιν Εὐριπίδης, 20φιλοτιμίαν20. 11.4 Τί γὰρ παθών, ὦ σοφώτατε, ἢ τί σεαυτοῦ καταγνούς, τὰς μὲν ἱερὰς καὶ ποτίμους βίβλους ἀπέρριψας, ἃς ὑπανεγίνωσκές ποτε τῷ λαῷ (μὴ γὰρ αἰσχυνθῇς ἀκούων) ἢ ὑπὲρ καπνοῦ τέθεικας, ὡς τὰ πηδάλια χειμῶνος ὥρᾳ καὶ σκαπάνας, τὰς δ' ἁλμυρὰς καὶ ἀπότους μετεχειρίσω, καὶ ῥήτωρ ἀκούειν μᾶλλον ἢ χριστιανὸς ἠθέλησας; 11.5 Ἡμεῖς δὲ τοῦτο μᾶλλον ἤπερ ἐκεῖνο, καὶ πᾶσα τῷ Θεῷ χάρις. Μὴ σύ γ', ὦ ἄριστε, μὴ ἐπὶ πολὺ τοῦτο πάθῃς, ἀλλ' ἔκνηψον ὀψὲ γοῦν, καὶ πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ ἀπο λόγησαι μὲν πιστοῖς, ἀπολόγησαι δὲ Θεῷ καὶ θυσιαστηρίοις καὶ μυστηρίοις, ἀφ' ὧν ἐμάκρυνας. 11.6 Καὶ μή μοι τὰ κομψὰ ταῦτα καὶ ῥητορικὰ ῥήματα· «Τί δαί; Οὐκ ἐχριστιάνιζον ῥητορεύων, οὐδὲ ἤμην πιστὸς ἐν τοῖς μειρακίσκοις στρεφόμενος;» καὶ ἴσως ἐπιμαρτυρῇ Θεόν. -Οὐδαμῶς, ὦ θαυμάσιε, οὔκουν ὅσον εἰκός, εἰ καὶ μέρος τι δοίημεν. 11.7 Ποῦ δὲ τὸ πλήσσειν ἄλλους ἐξ ὧν νῦν πράττεις, φυσικῶς πρὸς τὸ κακὸν ὄντας ἑτοιμοτέρους, καὶ τὰ χείρω διδόναι περὶ σοῦ καὶ ὑπονοεῖν καὶ λέγειν; Ἔστω ψεῦδος· ἀλλὰ τίς ἡ ἀνάγκη; Οὐ γὰρ ἑαυτῷ μόνον ζῇ τις, ἀλλὰ καὶ τῷ πλησίον·