1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

5

ἔσεσθαι. ∆ιά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογιζόμεθα. Εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ ἀπόστολοι σημεῖα ἐποίησαν; Ἀλλ' οὐκ ἐποίησαν σημεῖα; Πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; Οὐ γὰρ δὴ καὶ πρὸς τοῦτο ἀντιστήσονται, οὐδὲ τοῖς ὁρωμένοις μαχήσονται. Ὥστε ὅταν λέγωσι μὴ γενέσθαι σημεῖα, μειζόνως ἑαυτοὺς καταισχύνουσι. Τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προσδραμεῖν ἅπασαν, ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγένοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσουσι θείαν εἶναι ἐν αὐτοῖς δύναμιν, ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτά ποτε. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τεσσαράκοντα ἡμέρας ἔμεινε μετὰ τὴν ἀνάστασιν, ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν καὶ προϊὼν λέγει· Καὶ συναλιζόμενος αὐτοῖς. Τοῦτο δὲ ἀεὶ καὶ αὐτοὶ οἱ ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως λέγοντες· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Τί δὲ καὶ φαινόμενος ἐποίει, δι' ὧν ἐπήγαγε δείκνυσι λέγων· Ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Ἐπεὶ δὲ καὶ πεπονηκότες ἦσαν, καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους ἔμελλον λοιπὸν ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνακτώμενος λόγοις, Παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείας ἀκούσωσι τῶν λεγομένων. Εἶτα, ἐπειδὴ ἤκουσαν, καὶ τεσσαράκοντα συνδιέτριψαν ἡμέρας, Παρήγγειλε μὴ ἀπὸ Ἱεροσολύμων χωρίζεσθαι. Τί δήποτε; Καθάπερ τινὰς στρατιώτας μέλλοντας εἰς πλῆθος ἐμπίπτειν, οὐδεὶς ἀφίησιν ἐξελθεῖν, ἕως ἂν ὁπλίσωνται· οὐδὲ ἵππους προπηδᾷν τῆς βαλβῖδος, ἕως ἂν τὸν ἡνίοχον λάβωσιν· οὕτω δὴ καὶ αὐτοὺς πρὸ τῆς τοῦ Πνεύματος καθόδου φανῆναι ἐπὶ τῆς παρατάξεως οὐκ ἠφίει, ὥστε μὴ γενέσθαι εὐχειρώτους καὶ ἁλωσίμους τοῖς πολλοῖς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐπειδὴ πολλοὶ ἦσαν 60.20 οἱ μέλλοντες πιστεύειν αὐτόθι. Καὶ πρὸς τούτοις πάλιν, ἵνα μὴ λέγωσί τινες, ὅτι τοὺς γνωρίμους ἀφέντες παρὰ τοῖς ξένοις ἦλθον κομπάσαι, τούτου χάριν παρ' αὐτοῖς τοῖς πεφονευκόσι παρέχουσι τὰ τεκμήρια τῆς ἀναστάσεως, παρ' αὐτοῖς τοῖς ἐσταυρωκόσι, τοῖς θάψασιν, ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ τὸ πρᾶγμα τὸ παράνομον ἐτολμήθη, ὥστε καὶ τοὺς ἔξωθεν ἐπιστομισθῆναι ἅπαντας. Ὅταν γὰρ οἱ ἐσταυρωκότες αὐτοὶ φαίνωνται καὶ πεπιστευκότες, εὔδηλον, ὅτι καὶ ὁ σταυρὸς καὶ τοῦ τολμήματος ἐδείκνυτο ἡ παρανομία, καὶ τῆς ἀναστάσεως πολλὴ ἡ ἀπόδειξις. Εἶτα ἵνα μὴ λέγωσι, Πῶς οὖν δυνησόμεθα μεταξὺ ἀνθρώπων μιαρῶν καὶ φονούντων, καὶ τοσούτων ὄντων, ὀλίγοι καὶ εὐτελεῖς ὄντες μένειν, ὅρα, πῶς λύει τὴν ἀγωνίαν, εἰπών· Ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου. Καὶ πότε ἤκουσαν, φησίν; Ὅτε ἔλεγε· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· καὶ πάλιν, Ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν. εʹ. Καὶ τίνος ἕνεκεν οὐχὶ παρόντος αὐτοῦ οὐδὲ ἀπελθόντος εὐθέως παρεγένετο, ἀλλ' αὐτὸς μὲν τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἀνῆλθε, τὸ δὲ Πνεῦμα παρεγένετο ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς; Καὶ πῶς, εἰ μηδέπω παρεγεγόνει, ἔλεγε, Λάβετε Πνεῦμα ἅγιον; Ἵνα δεκτικοὺς αὐτοὺς ποιήσῃ, καὶ ἀρκοῦντας πρὸς τὴν ὑποδοχήν. Εἰ γὰρ ἄγγελον μέλλων ὁρᾷν ὁ ∆ανιὴλ παρίετο, πολλῷ μᾶλλον οὗτοι μέλλοντες τοσαύτην δέχεσθαι χάριν. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι τὸ μέλλον ἔσεσθαι ὡς ἤδη γεγενημένον εἴρηκεν, ὥσπερ ὅταν λέγῃ, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Τίνος δὲ ἕνεκεν οὐκ εὐθὺς τότε παρεγεγόνει; Ἐν ἐπιθυμίᾳ αὐτοὺς ἔδει γενέσθαι τοῦ πράγματος, καὶ οὕτω δέξασθαι τὴν χάριν. ∆ιὰ τοῦτο ὅτε αὐτὸς ἀπέπτη, τότε ἐκεῖνο ἦλθεν. Εἰ δὲ ἦλθε,