1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

6

κατορθοῦται, φυλασσο μένοις δηλονότι, μήποτε ἡ περιουσία τῶν δωρεῶν τοῦ Θεοῦ βαρυτέρας αἰτία ὑμῖν κατακρίσεως γένηται, ἀχαρίστως πρὸς τὸν εὐεργέτην διατεθεῖσιν. Ὧ γὰρ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν.

ΕΡΩΤΗΣΙΣ Εʹ. Περὶ τοῦ κατὰ διάνοιαν ἀμετεωρίστου. ΑΠΟΚΡΙΣΙΣ. Ἐκεῖνο

μέντοι γε γινώσκειν χρὴ, ὅτι οὔτε ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατ ορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλα νώμενοι. Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶσαι δυ νατὸν, ἄλλοτε ἐπ' ἄλλην μεταβαίνοντα· μήτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνω ρίσαντα. ∆εῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοι κείων κατορθουμένου. Ἐπεὶ οὔτε τὸ χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλὰ ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥστε καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου καὶ τῇ παντελεῖ ἀλλο τριώσει τῶν περισπασμῶν ἡμῖν κατορθοῦται. ∆ιόπερ ὁ Ἀπόστολος, καὶ ταῦτα συγκεχωρημένου τοῦ γά μου, καὶ εὐλογίας ἠξιωμένου, τὰς ἀπ' αὐτοῦ ἀσχο λίας ταῖς περὶ Θεὸν μερίμναις ἀντέθηκεν, ὡς οὐ δυναμένων τούτων ἀλλήλοις συμβῆναι, εἰπών· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί. Οὕτω καὶ τοῖς μαθηταῖς ὁ Κύριος μετὰ τὴν εἰλικρινῆ καὶ ἀμετεώριστον διάθεσιν ἐμαρτύρει, λέγων· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου. Καὶ ἀπὸ τοῦ ἐναντίου, τὴν τοῦ Θεοῦ ἐπί γνωσιν τὸν κόσμον ἀδύνατον εἶναι δέξασθαι, μηδὲ Πνεῦμα ἅγιον χωρῆσαι διεμαρτύρατο· Πάτερ γὰρ, 31.921 φησὶ, δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· καὶ, Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου τόν γε ἀληθινῶς τῷ Θεῷ ἀκολουθήσειν μέλλοντα· τοῦτο δὲ διὰ παντελοῦς ἀναχωρήσεως καὶ λήθης τῶν παλαιῶν ἐθῶν κατορθοῦται. Ὡς εἰ μή γε ἀποξενώσοιμεν ἑαυτοὺς, καὶ συγγενείας σαρ κικῆς, καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, κατὰ τὸν εἰπόντα. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, τοῦ Κυρίου ὁριστικῶς εἰπόντος, ὅτι Οὕτω πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. Τοῦτο δὲ ποιήσαντας, πάσῃ φυλακῇ τηρεῖν προσήκει τὴν ἑαυτῶν καρδίαν, ὡς μήποτε τὴν περὶ Θεοῦ ἔννοιαν ἐκβαλεῖν, ἢ τὴν μνήμην τῶν θαυ μασίων αὐτοῦ φαντασίαις τῶν ματαίων καταῤῥυ παίνειν· ἀλλὰ διὰ τῆς διηνεκοῦς καὶ καθαρᾶς μνή μης ἐντετυπωμένην ταῖς ψυχαῖς ἡμῶν, ὥσπερ σφρα γῖδα ἀνεξάλειπτον, τὴν ὁσίαν τοῦ Θεοῦ ἔννοιαν περι φέρειν. Οὕτω γὰρ ἡμῖν περιγίνεται ἡ πρὸς Θεὸν ἀγάπη, ἅμα τε διεγείρουσα πρὸς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ ὑπ' αὐτῶν πάλιν αὐτὴ συντηρουμένη πρὸς τὸ διαρκὲς καὶ ἀδιάπτωτον. Καὶ τοῦτο δείκνυσιν ὁ Κύριος, ποτὲ μὲν λέγων· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε, ποτὲ δὲ, ὅτι Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καὶ ἔτι δυσωπητικώτερον· Καθ ὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ἐξ ὧν παιδεύει ἡμᾶς, ἀεὶ τοῦ προκειμένου ἔργου τὸ θέλημα τοῦ προστάξαντος ὥσπερ σκοπὸν προτιθεμένους, πρὸς αὐτὸν τὰ τῆς σπουδῆς κατ ευθύνειν, καθὰ καὶ ἀλλαχοῦ φησιν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Ὥσπερ γὰρ αἱ κατὰ τὸν βίον τέχναι, σκοπούς τινας οἰκείους ἑαυταῖς προστησάμεναι, ἀκολούθως ἐκείνοις τὰς κατὰ μέρος συναρμόζουσιν ἐνεργείας· οὕτω καὶ τοῖς ἡμετέροις ἔργοις ἑνὸς ὅρου καὶ κανόνος