6
οὐδ' ἀρκεῖ τὸ πείθειν ἑαυτόν, εἰ μὴ καὶ τοὺς ἄλλους. 11.8 Ἢ καὶ πυκτεύων σύ γ' ἐν τῷ κοινῷ, ἢ καὶ παιόμενος ἐπὶ κόρρης καὶ παίων ἐν τοῖς θεάτροις, ἢ καὶ τὰ αἰσχρὰ λυγιζόμενος καὶ καμπτόμενος εἶπες ἂν ὡς κατὰ ψυχὴν ἐσωφρόνεις; Οὐ σωφρονοῦντος ὁ λογισμός· κοῦφον τὸ ταῦτα δέχεσθαι. 11.9 «Εἰ μὲν οὖν μεταβάλοιο, ἀλλὰ νῦν χαρήσομαι»-τῶν Πυθαγορικῶν ἔφη τις φιλοσόφων, ἑταῖρον ἐκπεπτωκότα θρηνῶν, -«εἰ δὲ μή, -ἐκεῖνος μὲν ἔγραψε, -τέθνηκάς μοι»· ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐρῶ σὴν χάριν ἔτι· 20φίλος γὰρ ἐχθρὸς ἐγένετ', ἀλλ' ὅμως φίλος20, ἡ τραγῳδία φησίν. 11.10 Ἀνιάσομαι δέ, τοῦτο γὰρ εἰπεῖν μέτριον, εἰ μήτ' αὐτὸς συνορᾷς τὸ δέον, ὃ τῆς πρώτης ἐστὶ τῶν ἐπαινετῶν μερίδος, μήτ' ἄλλῳ 20εὖ εἰπόντι20 κατακολουθήσεις, ὃ τῆς δευτέρας. 11.11 Τοσαῦτα τὰ τῆς παραινέσεως. Καί μοι σύγγνωθι διὰ φιλίαν ἀλγοῦντι, καὶ ὁμοίως ὑπέρ τε σοῦ καὶ παντὸς τοῦ ἱερατικοῦ τάγματος φλεγομένῳ, προσθήσω δ' ὅτι καὶ πάντων Χριστιανῶν. 11.12 Εἰ δὲ δεῖ καὶ συνεύξασθαί σοι ἢ ὑπερεύξασθαι, Θεὸς βοηθήσαι σου τῇ ἀσθενείᾳ, ὁ καὶ τεθνηκότας ζωοποιῶν. 12.Τ ΝΙΚΟΒΟΥΛΩΙ 12.1 Σκώπτεις τὴν Ἀλυπιανὴν ἡμῖν, ὡς μικρὰν καὶ τῆς σῆς μεγαλειότητος ἀναξίαν, ὦ γιγαντιαῖε σὺ καὶ ἀμύθητε καὶ πελώριε τό τ' εἶδος καὶ τὴν ἀλκήν. 12.2 Νῦν γὰρ ἔγνων ὅτι ψυχὴ μετρεῖται καὶ ἀρετὴ ταλαντεύεται καὶ τιμιώτεραι τῶν μαργάρων αἱ πέτραι καὶ κόρακες ἀηδόνων αἰδεσιμώτεροι. 12.3 Σὺ μὲν οὖν ἀπόλαυε τοῦ μεγέθους καὶ τῶν πηχῶν καὶ μηδὲν λείπου τῶν Ἀλωάδων ἐκείνων. Ἵππον γὰρ ἄγεις καὶ τινάσσεις αἰχμὴν καὶ θῆρές σοι μέλουσι. 12.4 Τῇ δ' οὐδὲν ἔργον, οὐδὲ πολλῆς τῆς ἰσχύος κερκίδα φέρειν καὶ ἡλακάτην μεταχειρίζεσθαι καὶ ἱστῷ προσκαθέζεσθαι· 20τὸ γὰρ γέρας ἐστὶ γυναικῶν20. 12.5 Εἰ δὲ καὶ τοῦτο προσθείης, ὅτι τῇ γῇ προσπέφυκε δι' εὐχὴν καὶ Θεῷ σύνεστιν ἀεὶ τοῖς μεγάλοις τοῦ νοῦ κινήμασι, τί σοι ἐνταῦθα τὸ ὕψος ἢ τὰ μέτρα τοῦ σώματος; 12.6 Ἰδὲ καίριον σιωπήν, φθεγγομένης ἄκουσον, τὸ ἀκαλ λώπιστον κατανόησον, τὸ ὡς γυναιξὶν ἀνδρικόν, τὴν οἰκωφελίαν, τὴν φιλανδρίαν· καὶ τότε φήσεις τὸ τοῦ Λάκωνος· «Ὄντως οὐ μετρεῖται ψυχὴ καὶ δεῖ τὸν ἐκτὸς ἐόντα πρὸς τὸν ἐντὸς βλέπειν ἄνθρωπον». 12.7 Ἂν οὕτω ταῦτα σκοπῇς, παύσῃ τοῦ παίζειν καὶ καταπαίζειν αὐτῆς ὡς μικρᾶς, καὶ σαυτοῦ μακαρίσεις τὴν συζυγίαν. 13.Τ ΑΜΦΙΛΟΧΙΩΙ 13.1 Ἐπαινῶ τὸ Θεόγνιδος, ὃς τὴν μέχρι πότων καὶ τοῦ ἡδέος φιλίαν οὐκ ἐπαινῶν, ἐπαινεῖ τὴν ἐπὶ τῶν πραγμά των· τί γράφων; Πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι, ἐν δὲ σπουδαίῳ πρήγματι, παυρότεροι. 13.2 Ἡμεῖς τοίνυν κρατήρων μὲν ἀλλήλοις οὐ κεκοινωνή καμεν, οὐδὲ γὰρ πολλὰ συγγεγόναμεν ἀλλήλοις (καίτοι χρῆν παντὸς μᾶλλον, καὶ δι' ἡμᾶς αὐτούς, καὶ διὰ τὴν ἐκ πατέρων φιλίαν), τὴν ἐπὶ τῶν ἔργων δ' ἀπαιτοῦμεν εὔνοιαν. 13.3 Ἐγγὺς ἀγών, καὶ ἀγώνων ὁ μέγιστος· ὁ γὰρ υἱὸς ἡμῶν Νικόβουλος ἐν ταραχαῖς ἀδοκήτοις, παρ' ὧν ἥκιστ' ἂν ᾠήθη τις ἔχων πράγματα. 13.4 ∆ιὰ τοῦτ' ἀξιοῦμέν σε παρεῖναι καὶ βοηθεῖν ἡμῖν ὡς τάχιστα, καὶ συνδικάσοντα καὶ συνηγορήσοντα, εἰ εὕροις ἀδικουμένους· εἰ δ' οὖν, μὴ προληφθῆναι τῷ ἐναντίῳ μέρει κέρδους μικροῦ τὴν ἐλευθερίαν ἀποδόμενον, ἣν ἀεί σοι μαρτυρηθεῖ σαν παρὰ πάντων γινώσκομεν. 14.Τ ΚΑΙΣΑΡΙΩΙ 14.1 Εὐεργέτησόν τι καὶ σεαυτὸν καὶ ἡμᾶς, οἷον οὐ πολλάκις εὐεργετήσεις, ὅτι μηδὲ πολλάκις παραπίπτουσιν εὐεργεσίας τοιαύτης καιροί. 14.2 Τῶν κυρίων μου τῶν ἀνεψιῶν πρόστηθι προστασίαν δικαιοτάτην, καμνόντων ἱκανῶς ἐπὶ κτήματι, ὅπερ ὠνήσαντο μὲν ὡς καὶ πρὸς ἀναχώρησιν ἐπιτήδειον καί τινα τοῦ βίου παρέχειν αὐτοῖς ἀποτροφὴν δυνάμενον· 14.3 ἐπεὶ δ' ὠνήσαντο, πλείοσι περιπεπτώκασι δυσχερείαις, τὰ μὲν τῶν πεπρακότων ἀγνωμόνων πειρώμενοι, τὰ δ' ὑπὸ τῶν γειτονούντων περικοπτόμενοι καὶ πορθούμενοι, ὥστε κέρδος εἶναι αὐτοῖς, τὸ τίμημα ὃ δεδώκασι κομισαμένοις, μεθ' ὧν προσαναλώκασιν, ὄντων οὐκ ὀλίγων, ἀπηλλαγῆναι τῆς κτήσεως. 14.4 Εἰ μὲν οὖν σοι φίλον εἰς σεαυτὸν περιστῆσαι τὴν πραγματείαν, ὅπως ἂν κάλλιστα καὶ ἀσφαλέστατα ἔχῃ σοι τὸ