6
παρόντος αὐτοῦ, οὐκ ἂν ἐν τοσαύτῃ ἐγένοντο προσδοκίᾳ. ∆ιὰ τοῦτο οὐδὲ εὐθέως ἀνελθόντος αὐτοῦ παραγίνεται, ἀλλὰ μετὰ ὀκτὼ ἢ ἐννέα ἡμέρας. Οὕτω καὶ ἡμεῖς πρὸς τὸν Θεὸν τότε μάλιστα διεγειρόμεθα, ὅταν ἐν χρείᾳ καταστῶμεν. ∆ιὰ τοῦτο καὶ Ἰωάννης τότε μάλιστα πέμπει τοὺς μαθητὰς πρὸς τὸν Χριστὸν, ὅτε ἔμελλον ἐν χρείᾳ εἶναι τοῦ Ἰησοῦ, τὸ δεσμωτήριον οἰκοῦντος ἐκείνου. Ἄλλως δὲ, ἔδει ἐν οὐρανῷ φανῆναι τὴν ἡμετέραν φύσιν, καὶ τὰς καταλλαγὰς γενέσθαι ἀπηρτισμένας, καὶ τότε ἐλθεῖν τὸ Πνεῦμα, καὶ καθαρὰν γενέσθαι τὴν ἡδονήν. Εἰ γὰρ παρόντος αὐτοῦ, ὁ μὲν ἀπῆλθεν, ὁ δὲ ἔμεινεν, οὐκ ἂν ἦν τοσαῦτα τὰ τῆς παραμυθίας· καὶ γὰρ σφόδρα αὐτοῦ δυσαποσπάστως εἶχον. ∆ιὸ καὶ ἔλεγε παραμυθούμενος αὐτούς· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ∆ιὰ τοῦτο καὶ ἡμέρας ἀναμένει τὰς μεταξὺ, ἵνα μικρὸν ἀθυμήσαντες, καὶ ἐν χρείᾳ, ὅπερ ἔφην, καταστάντες, ὁλόκληρον καὶ καθαρὰν καρπώσωνται τὴν ἡδονήν. Εἰ δὲ ἔλαττον ἦν τὸ Πνεῦμα, οὐκ ἦν ἀρκοῦσα ἡ παραμυθία. Πῶς δὲ καὶ ἔλεγε, Συμφέρει ὑμῖν; ∆ιὰ τοῦτο τὰ μείζονα αὐτῷ τετήρηται τῆς διδασκαλίας, ἵνα μὴ ἔλαττον αὐτὸ νομίσωσι. Σκόπει δὲ ἡλίκην αὐτοῖς ἀνάγκην ἐπέθηκεν ἐν Ἱεροσολύμοις εἶναι, τῷ ὑποσχέσθαι ἐκεῖ τὸ Πνεῦμα παρέχεσθαι. Ἵνα γὰρ μὴ πάλιν μετὰ τὴν ἀνάληψιν αὐτοῦ φύγωσι, τῇ προσδοκίᾳ ταύτῃ καθάπερ τινὶ δεσμῷ κατέχει πάντας αὐτοὺς ἐκεῖσε. Εἰπὼν δὲ, Περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, ἐπήγαγεν· 60.21 Ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. ∆είκνυσι λοιπὸν τὸ μέσον αὐτοῦ καὶ Ἰωάννου, οὐκ ἔτι ὡς πρὸ τούτου συνεσκιασμένως (καὶ γὰρ σφόδρα συνεσκίασε τὸν λόγον ὅτε ἔλεγεν· Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν), ἀλλὰ νῦν φανερώτερον. Ἰωάννης, φησὶν, ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Οὐκ ἔτι κέχρηται τῇ μαρτυρίᾳ, ἀλλὰ ἀναμιμνήσκει τοῦ προσώπου μόνον, εἰς μνήμην τῶν παρ' αὐτοῦ εἰρημένων ἐνάγων, καὶ δείκνυσιν αὐτοὺς ἤδη μείζους λοιπὸν γεγενημένους Ἰωάννου, εἴ γε ἐν Πνεύματι ἔμελλον καὶ αὐτοὶ βαπτίζειν. Καὶ οὐκ εἶπεν, Ὑμᾶς δὲ ἐγὼ βαπτίζω ἐν Πνεύματι ἁγίῳ, ἀλλὰ, Βαπτισθήσεσθε, διδάσκων ἡμᾶς ταπεινοφρονεῖν. Τοῦτο γὰρ ἀπὸ τῆς μαρτυρίας Ἰωάννου δῆλον λοιπὸν ἦν, ὅτι αὐτὸς ἦν ὁ βαπτίζων, εἰπόντος, ὅτι Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· διὸ καὶ μόνου αὐτοῦ ἐμνημόνευσε. Τὰ μὲν οὖν Εὐαγγέλια, ὧν ὁ Χριστὸς ἐποίησε καὶ εἶπεν ἱστορία τίς ἐστιν· αἱ δὲ Πράξεις, ὧν ὁ ἕτερος Παράκλητος εἶπε καὶ ἐποίησε. Καὶ τότε μὲν γὰρ πολλὰ καὶ αὐτὸς ἐποίει, ὥσπερ οὖν καὶ νῦν ὁ Χριστὸς ἐνεργεῖ, καθάπερ καὶ τότε· ἀλλὰ τότε μὲν διὰ τοῦ ναοῦ, νῦν δὲ διὰ τῶν ἀποστόλων· καὶ τότε μὲν εἰς παρθενικὴν ἦλθε μήτραν, καὶ ναὸν διέπλασε, νῦν δὲ εἰς ψυχὰς ἀποστολικάς· καὶ τότε μὲν ἐν εἴδει περιστερᾶς, νῦν δὲ ἐν εἴδει πυρός. Τί δήποτε; Ἐκεῖ μὲν τὸ πρᾶον δηλῶν, ἐνταῦθα δὲ καὶ τὸ τιμωρητικόν. Καὶ τῆς κρίσεως δὲ εὐκαίρως ἀναμιμνήσκει. Ὅτε μὲν γὰρ ἁμαρτήματα συγχωρῆσαι ἔδει, πολλῆς ἔδει τῆς πραότητος· ἐπειδὴ δὲ ἐτύχομεν τῆς δωρεᾶς, λοιπὸν καὶ κρίσεως καὶ ἐξετάσεως καιρός. Πῶς δὲ, Βαπτισθήσεσθε, λέγει, ὕδατος οὐκ ὄντος ἐν τῷ ὑπερῴῳ; Ὅτι τὸ κυριώτερον τὸ Πνεῦμά ἐστι, δι' οὗ καὶ τὸ ὕδωρ ἐνεργεῖ· ὥσπερ οὖν καὶ αὐτὸς κεχρίσθαι λέγεται, οὐδαμοῦ χρισάμενος ἐλαίῳ, ἀλλὰ Πνεῦμα δεξάμενος· ἄλλως δὲ καὶ ὕδατι βαπτιζομένους αὐτοὺς ἔστιν εὑρεῖν, καὶ ἐν διαφόροις καιροῖς. Ἐφ' ἡμῶν μὲν γὰρ ἀμφότερα γίνεται ὑφ' ἓν, τότε δὲ διεσπασμένως. Παρὰ γὰρ τὴν ἀρχὴν ὑπὸ Ἰωάννου ἐβαπτίσθησαν· καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ πόρναι καὶ τελῶναι ἐπὶ τὸ βάπτισμα ᾔεσαν ἐκεῖνο, πολλῷ μᾶλλον οἱ μετὰ ταῦτα βαπτίζεσθαι μέλλοντες ὑπὸ τοῦ Πνεύματος. Εἶτα ἵνα μὴ λέγωσιν, ἐν ἐπαγγελίαις ἀεὶ τὸ πρᾶγμα (καὶ γὰρ καὶ ἤδη πολλὰ περὶ αὐτοῦ διελέχθη), μηδὲ νομίσωσιν αὐτὸ ἐνέργειαν εἶναι ἀνυπόστατον, ἀπάγων αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, φησί. Καὶ οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν, ἀλλ' ὅτι μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσι· πότε δὲ, οὐκ ἔτι προσέθηκεν, ἵνα ἀεὶ νήφωσιν. Οὐ τούτῳ δὲ μόνον αὐτοὺς