1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

7

ὑβρίζεσθαι, τῶν ἄλλων ὁσίαις χερσὶ τεθησομέ νων τε καὶ θεραπευθησομένων, οὐδὲ δοῦναι τῷ σο φιστῇ τῆς κακίας ταῖς ὕβρεσιν ἐγκαυχήσασθαι· ἵνα μὴ παρὰ τῆς αὐτῆς χειρὸς τὰ μὲν ἀνιστῆται μαρτύ ρων μνήματα, τὰ δὲ καταλύηται· καὶ οἱ μὲν τιμῶν ται μάρτυρες, οἱ δὲ ἀτιμάζωνται, μικρὸν φθα νούσης τῆς ἐν σχήματι τιμῆς τὴν ἀληθινὴν ἀτιμίαν· μηδὲ πρὸς τῷ μεγέθει τῆς ὕβρεως καὶ σοφὸς εἶναι νομίσῃ παρ' ἑαυτῷ, λανθάνων, ὥσπερ ἀνθρώπους, οὕτω καὶ Θεὸν τὸν πάντων ὀξύτατον καὶ σοφώτατον, καὶ δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐ τῶν, διὰ τοῦ φαινομένου προβλήματος· ἀλλὰ γινώσκῃ νοούμενος, καὶ μὴ ὑπεραίρηται καταλαμβανόμε νος. 35.556

ΚΗʹ. Εἰ γὰρ καὶ τὴν ἀσέβειαν οὐκ ἐπέσχεν ὁ τῶν μαρτύρων Θεὸς, οὐδὲ τὴν μελετωμένην καὶ κρυπτο μένην κακίαν ὥσπερ ῥεῦμα πονηρὸν εὐθὺς ἀν εξήρανεν, ἢ ἀνέκοψεν, οἷς αὐτὸς ἠπίστατο λόγοις, κατὰ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν τε καὶ κυβέρνησιν, καθ' ἣν καὶ τὰς Ἀμοῤῥαίων ἀνομίας ἀναπληρωθῆναι ᾠκονόμει· ἀλλ' ἔδει τήν τε κακοήθειαν μισηθῆ ναι, καὶ τὴν τιμὴν ἀπωσθῆναι τῶν πολλῶν ἕνε κεν, καὶ δειχθῆναι τοῦ Θεοῦ τὴν περὶ πάντα τὰ προσφερόμενα ἰσότητά τε καὶ καθαρότητα.

ΚΘʹ. Ὁ γὰρ εἰπὼν ἀσεβοῦντι τῷ Ἰσραήλ· Ἐὰνπροσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τάς τε Νουμηνίας αὐτῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐ προσιέμενος· μηδὲ γὰρ δεῖσθαι, πλήρης ὢν, μηδενὸς τῶν ἀνθρω πίνων τε καὶ μικρῶν, ἵνα χαίρῃ καὶ τοῖς ἀναξίως προσφερομένοις· τήν τε τοῦ ἀνόμου θυσίαν, κἂν ᾖ μόσχος, ὡς κυνὸς βδελυττόμενος, καὶ ὡς βλασφημίαν τὸν λίβανον, καὶ ἄλλαγμα πόρνης ἐξ ορίζων τοῦ ἱεροῦ καὶ ἀποσειόμενος, μόνην δὲ θυσίαν τιμῶν, ἣν καθαραὶ τῷ καθαρωτάτῳ προσφέρουσι χεῖρες, καὶ νοῦς ὑψηλός τε καὶ ἡγνισμένος· τί θαυ μαστὸν, εἰ μηδὲ τὴν ἐκείνου τιμὴν προσεδέξατο πο νηρῶς τε καὶ μετὰ πονηρᾶς τῆς διανοίας προσαγο μένην, ὁ μὴ καθορῶν ὡς ἄνθρωπος, μηδὲ εἰς τὸ φαινόμενον βλέπων, ἀλλ' εἰς τὸν κρυπτὸν ἄνθρωπον, καὶ εἰς τὸ ἔνδον τῆς κακίας ἢ τῆς ἀρετῆς ἐργαστή ριον; Τοῦτο μὲν δὴ τοιοῦτο· καὶ εἴ τις ἀπιστεῖ, τοὺς τεθεαμένους αὐτοὺς ἐπιμαρτυρόμεθα· πολλοὶ δέ εἰσιν, οἳ καὶ ἡμῖν καὶ τοῖς ἔπειτα τὸ θαῦμα τοῦτο παρ έπεμψάν τε καὶ παραπέμψουσιν.

Λʹ. Ἐπεὶ δὲ εἰς ἄνδρας προϊόντες ἤδη τῶν ἐν φι λοσοφίᾳ δογμάτων ἥψαντο (ὡς μήποτε ὤφελον!) καὶ τὴν ἐκ τοῦ λόγου προσελάμβανον δύναμιν, ἢ τοῖς μὲν ἐπιεικέσιν ἀρετῆς ὅπλον, τοῖς δὲ μοχθηροτέροις κέν τρον κακίας γίνεται, οὐκέτι κατέχειν ὅλην τὴν νόσον οἷός τε ἦν, οὐδὲ παντελῶς τὸν τῆς ἀσεβείας δόλον ἐν ἑαυτῷ μόνῳ φιλοσοφεῖν· ἀλλ' ὥσπερ πῦρ ἐμφωλεῦον ὕλῃ, κἂν μήπω πρὸς φλόγα λαμπρὰν ἀρθῇ, σπινθῆ ρές τινες ἐξάπτοντες ἢ καπνὸς ἐκ βάθους ὑπο σημαίνουσιν· εἰ βούλει δὲ, τῶν πηγῶν αἳ σήραγγάς τινας ὑποτρέχουσαι μετὰ πνεύματος, εἶτ' εὐρυχω ρίαν οὐκ ἔχουσαι, οὐδὲ διέξοδον ἐλευθέραν, πολλαχοῦ τῆς γῆς ἀναφυσῶσι καὶ ὑπηχοῦσι κάτωθεν, ὑπὸ μὲν τῆς τοῦ πνεύματος ἀνωθούμεναι, ὑπὸ δὲ τῆς ἄνωθεν βίας κατεχόμεναί τε καὶ ἀνακοπτόμεναι· οὕτω καὶ αὐτὸς τὸ μὲν πολὺ τῆς ἀσεβείας κατ 35.557 έκρυπτεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς τοῦ κρατοῦντος παιδαγωγίας· οὔπω γὰρ τὸ φανερῶς ἀσεβεῖν ἦν ἀσφαλές· ἔστι δὲ ὅποι καὶ παρεγύμνου τὸ τῆς γνώμης ἀπόῤῥητον τοῖς ὀξυτέροις τὴν ἀσέβειαν ἢ τὴν σύνεσιν· ἔν τε τοῖς πρὸς τὸν ἀδελφὸν λόγοις πλέον ἢ καλῶς εἶχεν, ὑπὲρ Ἑλλήνων διατεινόμενος (προφάσει δῆθεν ὡς τὸν ἥττω γυμνάζων λόγον, τὸ δὲ ἦν ὄντως γυμνασία κατὰ τῆς ἀληθείας), καὶ πᾶσι χαίρων οἷς ἀσεβὴς τρόπος χαρακτηρίζεται.

ΛΑʹ. Ἐπεὶ δὲ τὸν μὲν ἀδελφὸν ἡ φιλανθρωπία τοῦ αὐτοκράτορος ἀποδείκνυσι βασιλέα, καὶ μέρος οὐκ ὀλίγον ἐγχειρίζεται τῆς οἰκουμένης, τῷ δὲ ὑπῆρχε κατὰ πολλὴν ἐξουσίαν καὶ ἄδειαν, καὶ λόγων καὶ διδασκάλων τοῖς ὀλεθριωτάτοις