1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

7

πιστοῦται, τῇ ταχύτητι λέγω τοῦ καιροῦ, ἀλλὰ καὶ τῷ λέγειν, Τὴν ἐπαγγελίαν, ἣν ἠκούσατέ μου. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ νῦν ὑμῖν εἶπον, φησὶ, μόνον, ἀλλὰ καὶ ἤδη ἐπηγγειλάμην, ἃ ποιήσω πάντως. Τί τοίνυν θαυμάζεις, εἰ τὴν ἡμέραν τῆς συντελείας μὴ λέγει, ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον; Καὶ μάλα εἰκότως, ἵν' ἀεὶ ἐγρηγορότες ὦσι καὶ ἐν προσδοκίᾳ καὶ μερίμνῃ. ʹ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι χάριτος ἀπολαῦσαι μὴ νήφοντα. Ἢ οὐχ ὁρᾷς, τί φησι καὶ Ἠλίας πρὸς τὸν 60.22 μαθητήν; Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτω· τουτέστι, Γενήσεταί σοι τοῦτο, ὃ αἰτεῖς. Καὶ ὁ Χριστὸς δὲ πανταχοῦ τοῖς προσιοῦσιν ἔλεγε· Πιστεύεις; Ἐὰν γὰρ μὴ οἰκειωθῶμεν πρὸς τὸ διδόμενον, οὐδὲ τῆς εὐεργεσίας σφόδρα αἰσθανόμεθα. Οὕτω καὶ ἐπὶ Παύλου· οὐκ εὐθέως ἡ χάρις ἦλθεν, ἀλλὰ τρεῖς ἡμέραι ἐγένοντο μεταξὺ, ἐν αἷς ἦν τυφλὸς, ὑπὸ τοῦ φόβου σμηχόμενος καὶ προπαρασκευαζόμενος. Καθάπερ γὰρ οἱ τὴν ἁλουργίδα βάπτοντες, πρότερον ἑτέροις τισὶ τὸ δεχόμενον τὴν βαφὴν προπαρασκευάζουσιν, ἵνα μὴ ἐξίτηλον γένηται τὸ ἄνθος· οὕτω δὴ καὶ ἐνταῦθα πρότερον μεμεριμνημένην κατασκευάζει τὴν ψυχὴν ὁ Θεὸς, καὶ τότε τὴν χάριν ἐκχεῖ. ∆ιὰ τοῦτο καὶ οὐδὲ εὐθέως τὸ Πνεῦμα ἔπεμψεν, ἀλλ' ἐν τῇ πεντηκοστῇ. Εἰ δὲ λέγοι τις, Τίνος ἕνεκεν καὶ ἡμεῖς οὐκ ἐν τῷ καιρῷ τούτῳ βαπτίζομεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι ἡ μὲν χάρις ἡ αὐτὴ καὶ τότε καὶ νῦν· ἡ δὲ διάνοια ὑψηλοτέρα γίνεται νῦν, νηστείᾳ προπαρασκευαζομένη. Καὶ ὁ τῆς πεντηκοστῆς δὲ καιρὸς ἔχει τινὰ λόγον οὐκ ἀπεικότα. Ποῖον δὴ τοῦτον; Ἀρκοῦντα ἐνόμισαν οἱ Πατέρες εἶναι χαλινὸν ἐπιθυμίας πονηρᾶς καὶ μεγάλην διδασκαλίαν τὸ βάπτισμα, εἰς τὸ καὶ ἐν καιρῷ τρυφῆς σωφρονεῖν. Καθάπερ οὖν αὐτῷ συναλιζόμενοι τῷ Χριστῷ, καὶ τραπέζης κοινωνοῦντες, μηδὲν ἁπλῶς πράττωμεν, ἀλλ' ἐν νηστείαις καὶ εὐχαῖς, καὶ σωφροσύνῃ πολλῇ διάγωμεν. Εἰ γὰρ ἐπὶ ἀρχὴν μέλλων ἰέναι τις βιωτικὴν, παρασκευάζει ἑαυτῷ ἅπαντα τὸν βίον, καὶ ἵνα τύχῃ τινὸς ἀξιώματος, καὶ χρήματα ἀναλίσκει, καὶ χρόνον δαπανᾷ, καὶ μυρίους ὑπομένει πόνους· τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μετὰ τοσαύτης ῥᾳθυμίας τῇ βασιλείᾳ τῶν οὐρανῶν προσιόντες, καὶ οὔτε πρὶν ἢ λαβεῖν σπουδάζοντες καὶ μετὰ τὸ λαβεῖν ῥᾳθυμοῦντες; ∆ιὰ γὰρ τοῦτο μετὰ τὸ λαβεῖν ῥᾳθυμοῦμεν, ἐπειδὴ πρὶν ἢ λαβεῖν οὐκ ἐγρηγόραμεν. ∆ιὰ τοῦτο πολλοὶ μετὰ τὸ λαβεῖν εὐθέως ἐπὶ τὸν πρότερον ἐπανῆλθον ἔμετον, καὶ χείρους ἐγένοντο, καὶ χαλεπωτέραν ἐπεσπάσαντο κόλασιν, τῶν μὲν προτέρων ἀπαλλαγέντες ἁμαρτημάτων, ταύτῃ δὲ μειζόνως τὸν κριτὴν παροξύναντες, ὅτι τοσαύτης ἀπαλλαγέντες ἀῤῥωστίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἔπαθον ὅπερ ἠπείλησε τῷ παραλυτικῷ ὁ Χριστὸς, λέγων· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· καὶ ὃ περὶ τῶν Ἰουδαίων δὲ προὔλεγε, δεικνὺς ὅτι τὰ ἀνήκεστα πείσονται ἀγνωμονοῦντες· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, φησὶν, ἁμαρτίαν οὐκ εἶχον. Ὥστε διπλᾶ καὶ τετραπλᾶ τὰ μετὰ ταῦτα ἁμαρτήματα γίνεται. Πῶς; Ὅτι μετὰ τὴν τιμὴν ἀγνώμονες γινόμεθα καὶ πονηροί. Καὶ διὰ τοῦτο οὐδὲν ἡμῖν βοηθεῖ λοιπὸν τὸ λουτρὸν εἰς τὸ πραοτέρας τυχεῖν τιμωρίας. Σκόπει δέ· ἔσχε τις ἁμαρτήματα χαλεπὰ, ἢ φονεύσας, ἢ μοιχεύσας, ἢ ἕτερόν τι χαλεπώτερον ἐργασάμενος, ἀφέθη διὰ τοῦ λουτροῦ ταῦτα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁμάρτημα, καὶ ἀσέβημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ δωρεᾷ· θεία γάρ ἐστιν ἡ χάρις. Πάλιν ἐμοίχευσέ τις καὶ ἐφόνευσεν· ἡ μὲν προτέρα μοιχεία λέλυται, καὶ ὁ φόνος ἐκεῖνος συγκεχώρηται, καὶ οὐκ ἀνακαλεῖται (Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ Θεοῦ)· ὑπὲρ δὲ τῶν μετὰ τὸ βάπτισμα τοσαύτην διδόαμεν δίκην, ὅσην ἂν εἰ καὶ ἐκεῖνα ἀνεκλήθη, καὶ πολλῷ χείρονα. Οὐκέτι γὰρ ἁπλοῦν ἐστι τὸ ἁμάρτημα, ἀλλὰ διπλοῦν, καὶ τριπλοῦν. Ὅτι δὲ μεί 60.23 ζων τούτων τῶν ἁμαρτημάτων ἡ δίκη, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς ∆ιαθήκης