8
προσομιλεῖν (Ἀσία δὲ ἦν αὐτῷ τὸ τῆς ἀσεβείας διδασκαλεῖον, ὅση τε περὶ ἀστρονομίαν καὶ τὰς γενέσεις, καὶ φαν τασίαν προγνώσεως τερατεύεται, καὶ τὴν ἑπομένην τούτοις γοητικήν)· ἓν ἔτι τὸ λεῖπον ἦν, προστε θῆναι τῇ ἀσεβείᾳ καὶ δύναμιν. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ταύτην δίδωσιν αὐτῷ καθ' ἡμῶν ἡ πληθυνθεῖσα τῶν πολλῶν ἀνομία, καὶ ἡ ἐπ' ἄκρον, ὡς ἂν εἴποι τις, Χριστιανῶν εὐεξία, τὴν ἐναντίαν ζη τοῦσα μεταβολὴν, καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ, καὶ ὁ κόρος δι' ὃν ὑβρίσαμεν.
ΛΒʹ. Τῷ ὄντι γὰρ κινδυνεύει χαλεπώτερον εἶναι τὸ κατασχεῖν τὰ ἀγαθὰ τοῦ μὴ παρόντα κτήσασθαι· καὶ ῥᾷον ἀπελθοῦσαν εὐημερίαν ἀνακαλέσασθαι δι' 35.560 ἐπιμελείας, ἢ τὴν ὑπάρχουσαν διασώσασθαι· καὶ πρὸ μὲν συντριβῆς ἡγεῖται ὕβρις, αἱ Παροιμία καλῶς φασι, πρὸ δὲ δόξης ταπείνωσις· ἢ, ἵνα σα φέστερον εἴπω, ὕβρει μὲν ἕπεται συντριβὴ, ταπεινώ σει δὲ εὐδοξία· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσ σεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ἀντεισάγει τὰ ἐναντία τοῖς ἐναντίοις ὁ πάντα δικαίως ἐπιμε τρῶν. Ταῦτα εἰδὼς καὶ ὁ θεῖος ∆αβὶδ, ἕν τι τῶν ἀγαθῶν καὶ τὸ συνεστάλθαι τίθεται· καὶ χάριν ὁμο λογεῖ τῷ συστείλαντι, ὡς τοῦ τὰ δικαιώματα μαθεῖν ἐντεῦθεν προσγινομένου· καὶ, Πρὸ τοῦ με ταπεινω θῆναι, φησὶν, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα· μέσην πλημμελείας τε καὶ διορθώσεως τιθεὶς τὴν ταπείνωσιν, ὡς ἐκ μὲν ταύτης γεννωμένην, τὴν δὲ γεννήσασαν· ἁμαρ τία μὲν γὰρ ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ τα πείνωσις. Ἡμεῖς γοῦν, ὑψωθέντες, ὅτε ἦμεν ἐπιει κεῖς τε καὶ μέτριοι, καὶ κατὰ μικρὸν αὐξηθέντες, ὡς εἰς τόδε τὸ σχῆμα καὶ πλῆθος σὺν χειραγω γίᾳ Θεοῦ προελθεῖν, ἡνίκα ἐλιπάνθημεν, ἐσκιρτήσα μεν· καὶ ἡνίκα ἐπλατύνθημεν, ἐστενοχωρήθημεν· καὶ ἣν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι συνελεξάμεθα δόξαν καὶ δύναμιν, ταύτην εὖ πράττοντες κατελύσα μεν· δηλώσει δὲ τὰ ἑξῆς τοῦ λόγου.
ΛΓʹ. Ὅρον μὲν ἡ βασιλεία τῷ Καίσαρι καὶ ὁ βίος λαμβάνει· τὰ γὰρ ἐν μέσῳ σιωπήσομαι φειδοῖ καὶ τοῦ πεποιηκότος καὶ τοῦ πεπονθότος· ὧν ἀμφο τέρων αἰδούμενος τὴν εὐσέβειαν, οὐκ ἐπαινῶ τὴν θρασύτητα. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτεῖν, ὄν τας ἀνθρώπους, τοῦτό ἐστιν ὃ τάχα ἄν τις ἀμφοτέ ρων οὐκ ἐπαινέσειεν· εἰ μὴ κἀνταῦθα δι' ὧν τοῦ ἑτέρου κατηγορήσομεν, τὸν ἕτερον αἰτίας ἀφήσο μεν. Ὁ δὲ εὐθὺς μὲν κληρονόμος τῆς τοῦ ἀδελ φοῦ βασιλείας, ἀλλ' οὐκ εὐσεβείας· μικρὸν δὲ ὕστερον καὶ τοῦ βασιλεύσαντος αὐτὸν γίνεται, τὸ μὲν ἑκόν τος, τὸ δὲ βιασθέντος τῷ κοινῷ τέλει, καὶ ἡτ τηθέντος ἧτταν παντὶ τῷ κόσμῳ κακὴν καὶ ὀλέ θριον.
Λ∆ʹ. Τί τοῦτο, ὦ θειότατε βασιλέων καὶ φιλο χριστότατε (προάγομαι γὰρ ὡς παρόντι καὶ ἀκούοντι μέμψασθαι, καὶ εἰ πολὺ κρείττονα γινώσκω τῆς ἡμετέρας μέμψεως, μετὰ Θεοῦ τεταγμένον, 35.561 καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα, καὶ τοσοῦτον μεταχωρήσαντα, ὅσον μεταθέσθαι τὴν βασιλείαν)· τίνα ταύτην ἐβουλεύσω βουλὴν, πάντων συνέσει καὶ ἀγχινοίᾳ κατὰ πολὺ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ βασιλέων μόνον, ἀλλὰ καὶ τῶν ἔμπροσθεν; ὁ τὸ βαρ βαρικὸν ἀνακαθαίρων κύκλῳ, καὶ τοὺς οἴκοι τυράν νους χειρούμενος, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς ὅπλοις, καὶ τούτων ἑκάτερον ὡς μηδὲν ὑπὸ τοῦ ἑτέ ρου διοχλούμενος· οὗ μεγάλα μὲν τρόπαια τὰ μεθ' ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περιφανέστερα τὰ ἀναίμακτα· πρὸς ὃν καὶ αἱ πανταχόθεν πρεσβεῖαι καὶ ἱκεσίαι· ᾧ τὰ μὲν ὑπήκουε, τὰ δὲ ἔμελλε· πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι· ὁ χειρὶ Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν ὁδηγούμε νος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια.
ΛΕʹ. Πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς ἐφάνης καὶ ἀπερίσκεπτος; Τί τὸ τάχος τῆς ἀπανθρώπου φιλανθρωπίας; Τίς συνεισῆλθε δαιμόνων τῷ σκέμματι; Πῶς τὸν μέγαν κλῆρον καὶ τὸ πατρῷον καλλώπισμα, τοὺς ἐπωνύμους λέγω Χριστοῦ, τὸ παν