1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

8

Εἰ γὰρ σεμνὰ καὶ μεγάλα τὰ Ἰουδαίων, ψευδῆ τὰ ἡμέτερα· εἰ δὲ ταῦτα ἀληθῆ, ὥσπερ οὖν καὶ ἀληθῆ, ἐκεῖνα ἀπάτης γέμει. Οὐχὶ τὰς Γραφὰς λέγω· μὴ γένοιτο! ἐκεῖναι γάρ με πρὸς τὸν Χριστὸν ἐχειραγώγησαν· ἀλλὰ τὴν ἀσέβειαν αὐτῶν καὶ τὴν μανίαν τὴν νῦν. Ἀλλὰ γὰρ ὥρα λοιπὸν δεῖξαι, ὅτι καὶ δαίμονες ἐκεῖ κατοικοῦσιν, οὐχὶ ἐν αὐτῷ τῷ τόπῳ μόνον, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ψυχαῖς τῶν Ἰουδαίων. Ὅταν γὰρ ἐξέλθῃ, φησὶ, τὸ πνεῦμα τὸ ἀκάθαρτον, πορεύεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν· κἂν μὴ εὕρῃ, φησὶν, ὑποστρέψω εἰς τὸν οἶκόν μου· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· καὶ πορεύεται, καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσέρχεται εἰς αὐτὸν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ. Ὁρᾷς ὅτι δαίμονες ἐνοικοῦσιν αὐτῶν ταῖς ψυχαῖς, καὶ χαλεπώτεροι τῶν προτέρων οἱ νῦν; καὶ μάλα εἰκότως. Τότε μὲν γὰρ εἰς τοὺς προφήτας ἠσέβουν, νῦν δὲ εἰς αὐτὸν τῶν προφητῶν τὸν ∆εσπότην ὑβρίζουσιν. Ἀνθρώποις οὖν, εἰπέ μοι, δαιμονῶσι, καὶ τοσαῦτα ἔχουσι πνεύματα ἀκάθαρτα, ἐν σφαγαῖς καὶ φόνοις ἀνατραφεῖσιν, εἰς ταυτὸ συνέρχεσθε, καὶ οὐ φρίττετε; Προσρήσεως γὰρ δεῖ κοινωνεῖν τούτοις, καὶ λόγου μεταδιδόναι ψιλοῦ, ἀλλ' οὐχ ὡς κοινὴν λύμην καὶ νόσον τῆς οἰκουμένης ἁπάσης ἀποστρέφεσθαι; Οὐχὶ πᾶν εἶδος ἐπῆλθον κακίας; οὐχὶ τοὺς πολλοὺς καὶ μακροὺς λόγους οἱ προφῆται πάντες εἰς τὰς τούτων κατηγορίας ἀνήλωσαν; Ποίαν τραγῳδίαν, τίνα παρανομίας τρόπον οὐκ ἀπέκρυψαν ταῖς ἑαυτῶν μιαιφονίαις; ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· τὴν φύσιν ἠγνόησαν, ὠδίνων ἐπελάθοντο, παιδοτροφίαν κατεπάτησαν, τῆς συγγενείας τοὺς νόμους ἐξ αὐτῶν τῶν βάθρων ἀνέτρεψαν, θηρίων ἁπάντων γεγόνασιν ἀγριώτεροι. Τὰ 48.853 θηρία μὲν γὰρ καὶ τὴν ψυχὴν ἐπιδίδωσι πολλάκις, καὶ τῆς οἰκείας καταφρονεῖ σωτηρίας, ὥστε ὑπερασπίσαι τῶν ἐκγόνων· οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας ταῖς οἰκείαις κατέσφαξαν χερσὶν, ἵνα τοὺς ἐχθροὺς τῆς ἡμετέρας ζωῆς, τοὺς ἀλάστορας θεραπεύσωσι δαίμονας. Τί ἄν τις αὐτῶν ἐκπλαγείη πρότερον, τὴν ἀσέβειαν ἢ τὴν ὠμότητα, καὶ τὴν ἀπανθρωπίαν; ὅτι τοὺς υἱοὺς ἔθυσαν, ἢ ὅτι τοῖς δαιμονίοις ἔθυσαν; Ἀλλὰ ἀσελγείας ἕνεκεν οὐχὶ καὶ τὰ λαγνότατα τῶν ἀλόγων ἀπέκρυψαν; Ἄκουσον τοῦ προφήτου, τί φησι περὶ τῆς ἀκολασίας αὐτῶν· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Οὐκ εἶπεν, ἕκαστος τῆς γυναικὸς τοῦ πλησίον ἐπεθύμει, ἀλλ' ἐμφαντικώτατα τῇ τῶν ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.

ζʹ. Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς μὲν οὖν ταύτας ἀκαθάρτους ἀπέδειξαν. Ἄκουσον γοῦν τῶν προφητῶν, μᾶλλον δὲ ἄκουσον τοῦ Θεοῦ, μεθ' ὅσης αὐτὰς ἀποστρέφεται τῆς ὑπερβολῆς· Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν. Ὁ Θεὸς μισεῖ, καὶ σὺ κοινωνεῖς; Καὶ οὐκ εἶπε, τήνδε ἢ τήνδε τὴν ἑορτὴν, ἀλλὰ πάσας ὁμοῦ. Βούλει ἰδεῖν, ὅτι καὶ τὴν διὰ τυμπάνων καὶ τῆς κιθάρας καὶ τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων λατρείαν μισεῖ; Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, φησὶ, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. Ὁ Θεὸς λέγει, Μετάστησον ἀπ' ἐμοῦ· καὶ σὺ τρέχεις ἀκουσόμενος τῶν σαλπίγγων; Ἀλλ' αὗται αἱ θυσίαι καὶ αἱ προσφοραὶ οὐχὶ βδελυκταί; Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. Θυμίαμα βδέλυγμα, καὶ ὁ τόπος οὐ βδέλυγμα; Καὶ πότε δὲ βδέλυγμα; Πρὶν ἢ τὸ κεφάλαιον αὐτοὺς ἐργάσασθαι τῶν κακῶν, πρὶν ἢ τὸν ἑαυτῶν ἀνελεῖν ∆εσπότην, πρὸ τοῦ σταυροῦ, πρὸ τῆς Χριστοκτονίας τὸ βδέλυγμα· καὶ νῦν οὐ πολλῷ μᾶλλον; Καίτοι τί θυμιάματος εὐωδέστερον; Ἀλλ' οὐ τῇ φύσει τῶν δώρων, ἀλλὰ τῇ προαιρέσει τῶν προσαγόντων προσέχων ὁ Θεὸς, οὕτω κρίνει τὰς προσφοράς. Προσέσχεν ἐπὶ Ἄβελ, καὶ τότε ἐπὶ τοῖς δώροις αὐτοῦ· εἶδε τὸν