8
κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; Τάχα πολλοὺς ἀπετρέψαμεν νῦν λαβεῖν τὸ βάπτισμα. Ἀλλ' οὐ διὰ τοῦτο ταῦτα εἰρήκαμεν, ἀλλ' ἵνα λαβόντες μείνωσιν ἐν σωφροσύνῃ καὶ ἐπιεικείᾳ πολλῇ. Ἀλλὰ δέδοικα, φησίν. Εἰ ἐδεδοίκεις, ἔλαβες ἂν καὶ ἐφύλαξας. Ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο οὐ λαμβάνω, φησὶ, διὰ τὸ φοβεῖσθαι. Τὸ δὲ οὕτως ἀπελθεῖν οὐ δέδοικας; Φιλάνθρωπός ἐστι, φησὶν, ὁ Θεός. Οὐκοῦν λάβε τὸ βάπτισμα· φιλάνθρωπος γάρ ἐστι καὶ βοηθεῖ. Σὺ δὲ, ἔνθα μὲν ἂν δέῃ σπουδάσαι, οὐ προβάλλῃ τὴν φιλανθρωπίαν ταύτην· ἔνθα δ' ἂν θέλῃς ἀναβαλέσθαι, τότε αὐτῆς μέμνησαι· καίτοι τότε καιρὸν ἂν ἔχοι ἡ φιλανθρωπία αὕτη, καὶ μᾶλλον αὐτῆς ἐπιτευξόμεθα, ὅταν καὶ τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν. Ὁ μὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνων οἷα εἰκὸς ἄνθρωπον ὄντα, μετανοῶν τεύξεται φιλανθρωπίας· ὁ δὲ ὥσπερ σοφιζόμενος τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἀπελθὼν ἄμοιρος τῆς χάριτος, ἀπαραίτητον ἕξει τὴν τιμωρίαν. Τί δὲ τοιαῦτα κατὰ τῆς σεαυτοῦ σωτηρίας προβάλλῃ; Ἀμήχανον γὰρ, ἀμήχανον, ὡς ἔγωγε οἶμαι, τὸν τοιαύταις ἐλπίσιν ἀναβαλλόμενον ἐργάσασθαί τι γενναῖον καὶ ἀγαθόν. Σὺ δὲ ἀνθ' ὅτου τοσοῦτον φόβον ἀναδέχῃ, καὶ τὸ ἄδηλον τοῦ μέλλοντος προβάλλῃ; διατί μὴ μεταβάλλεις τὸν φόβον τοῦτον εἰς πόνον καὶ σπουδὴν, ἵν' ἔσῃ μέγας καὶ θαυμαστός; τί βέλτιον, φοβεῖσθαι, ἢ πονεῖν; Εἴ τίς σε ἐκάθισεν ἐν οἴκῳ πεπονηκότι ἀργοῦντα, εἰπὼν, ὅτι Προσδόκα ἐπὶ τὴν σὴν κεφαλὴν πεσεῖσθαι τὴν ὀροφὴν σαθρὰν οὖσαν (ἴσως μὲν γὰρ πεσεῖται, ἴσως δὲ οὐ πεσεῖται)· εἰ δὲ μὴ τοῦτο θέλεις, ἐργάζου, καὶ τὸν ἀσφαλέστερον οἴκει θάλαμον· τί ἂν εἴλου μᾶλλον, τὴν ἀργίαν ἐκείνην μετὰ τοῦ φόβου, ἢ τὴν ἐργασίαν ταύτην μετὰ τοῦ θαῤῥεῖν; Οὐκοῦν οὕτω καὶ νῦν ποίει. Τὸ μὲν γὰρ ἄδηλον τοῦ μέλλοντος καθάπερ οἶκός τίς ἐστι σαθρὸς, ἀεὶ πτῶσιν ἀπειλῶν· ἡ δὲ ἐργασία αὕτη, ἡ πόνον ἔχουσα, τὸ ἀσφαλὲς ἐγγυᾶται. ζʹ. Μὴ γένοιτο μὲν οὖν ἡμᾶς ἐμπεσεῖν εἰς ἀνάγκην τοσαύτην, ὥστε ἁμαρτάνειν μετὰ τὸ λουτρόν· πλὴν εἰ καὶ γένοιτό τι τοιοῦτον, μηδὲ οὕτως ἀπογνῶμεν. Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ πολλὰς ἡμῖν δέδωκεν ὁδοὺς ἀφέσεως καὶ μετὰ ταῦτα. Πλὴν ὥσπερ οἱ μετὰ τὸ λουτρὸν ἁμαρτάνοντες, τῶν κατηχουμένων κατὰ τοῦτο μᾶλλον κολάζονται, οὕτως οἱ εἰδότες, ὅτι μετανοίας ἐστὶ φάρμακα, καὶ μὴ θέλοντες αὐτοῖς κεχρῆσθαι, χαλεπώτερα ὑποστήσονται. Ὅσῳ γὰρ ἂν ἐπιτείνηται ἡ φιλανθρωπία τοῦ Θεοῦ, τοσούτῳ καὶ ἡ κόλασις αὔξεται μᾶλλον, ἐὰν μὴ εἰς δέον τῇ φιλανθρωπίᾳ χρησώμεθα. Τί λέγεις, ἄνθρωπε; Μεστὸς ὢν κακῶν τοσούτων, καὶ ἀπεγνωσμένος, ἀθρόον ἐγένου φίλος, καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἀνηνέχθης, οὐκ ἐξ οἰκείων πόνων, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, καὶ πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες ἀσχημοσύνην, καὶ δέον κολασθῆναι χαλεπῶς, ὁ δὲ οὐδὲ οὕτως ἀπεστράφη, ἀλλ' ἔδωκε μυρίας ἀφορμὰς σωτηρίας, δι' ὧν ἔσῃ φίλος. Καὶ ὁ μὲν Θεὸς ταῦτα, σὺ δὲ οὐδὲ οὕτως ἐθέλεις πονεῖν. Καὶ ποίας ἄξιος ἔσῃ συγγνώμης λοιπόν; πῶς δὲ οὐκ εἰκότως Ἕλληνές σε γελάσονται, καθάπερ 60.24 κηφῆνά τινα ζῶντα εἰκῆ καὶ μάτην; Εἰ γὰρ δυνατὴ, φησὶν, ἡ παρ' ὑμῶν φιλοσοφία, δείξατε, τί βούλεται τῶν ἀμυήτων τὸ πλῆθος; Καλὰ τὰ μυστήρια καὶ ποθεινά· ἀλλ' οὐδεὶς ψυχοῤῥαγῶν λουτρὸν λαμβανέτω. Οὐ γὰρ ἐκεῖνος τῶν μυστηρίων ὁ καιρὸς, ἀλλὰ τῶν διαθηκῶν· μυστηρίων δὲ καιρὸς, ὑγεία φρενῶν, καὶ σωφροσύνη ψυχῆς. Εἰπὲ γάρ μοι, εἰ διαθήκας οὐκ ἄν τις ἕλοιτο οὕτω διακείμενος γράψαι· κἂν γράψῃ δὲ, δίδωσι τοῖς μετὰ ταῦτα λαβὴν (διὰ γάρ τοι τοῦτο καὶ προτάττουσι ταυτὶ τὰ ῥήματα λέγοντες, ὅτι Ζῶν, καὶ φρονῶν, καὶ ὑγιαίνων ἐπισκήπτω περὶ τῶν ἐμαυτοῦ)· πῶς ἄν τις ἐξεστηκὼς δυνηθείη μετὰ ἀκριβείας μυσταγωγεῖσθαι; Εἰ γὰρ περὶ βιωτικῶν πραγμάτων βουλευομένῳ οὐκ ἂν ἐπιτρέψαιεν οἱ τῶν ἔξωθεν νόμοι τῷ μὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι, καὶ ταῦτα ἐν τοῖς αὐτοῦ μέλλοντι νομοθετεῖν· πῶς περὶ βασιλείας οὐρανῶν μανθάνων, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, δυνήσῃ σαφῶς πάντα μαθεῖν, πολλάκις καὶ παραπλὴξ ὑπὸ τῆς ἀῤῥωστίας γενόμενος; πότε δὲ τὰ ῥήματα