1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

9

ταχοῦ τῆς οἰκουμένης ἐκλάμψαν ἔθνος, τὸ βασίλειον ἱεράτευμα, τὸ πολλῷ πόνῳ καὶ πολλοῖς ἱδρῶσι συν αυξηθὲν, οὕτως ἐν ὀλίγῳ καὶ ἀκμῇ βραχείᾳ καιροῦ τῷ κοινῷ παλαμναίῳ φέρων παρέδωκας;

Λςʹ. Ἴσως τι καὶ ἀσεβεῖν ὑμῖν, ἀδελφοὶ, φαίνομαι, καὶ ἀγνωμονεῖν ἐν τοῖς λόγοις τούτοις, καὶ ὅτι μὴ ταχὺ τοῖς τῆς κατηγορίας ῥήμασιν ἐπάγω τὰ τῆς ἀληθείας. Καίτοι γε ἱκανῶς ἀπολελόγημαι, καὶ δι' αὐτῶν ὧν ἐγκέκληκα, εἴ τι τῇ κατηγορίᾳ τὸν νοῦν προσέχετε· κἀνταῦθα μόνον ἡ κατηγορία τὴν ἄφεσιν ἔχει· χρηστότητα γὰρ εἰπὼν, τὴν ἀπολογίαν ἐδήλωσα. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν, μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν, ἢ προσθήκην τῆς βασιλείας, ἀλλὰ καὶ αὐτῆς τῆς βασιλείας, καὶ πάντων τῶν ὄντων, καὶ τῆς ψυχῆς αὐτῆς, ἧς οὐδὲν οὐδενὶ τιμιώτερον, τὴν ἡμετέ ραν ἀσφάλειάν τε καὶ σωτηρίαν οὐκ ἂν χαλεπῶς ἠλλάξατο; 35.564

ΛΖʹ. Οὐδενὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος ἔρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανοὺς αὐ ξηθῆναι, καὶ εἰς πλεῖστον καὶ δόξης προελθεῖν καὶ δυνάμεως· καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ κοινὸν εὐνομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξης περιουσία, οὐ τὸ βασιλέα βασιλέων καὶ εἶναι καὶ ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοις ἀνθρώπων εὐδαιμονία γνωρίζεται· οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον ηὔφραινεν, ὡς τὸ δι' ἑαυτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον, καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκα τάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν δυναστείαν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει σαφῶς, ὑψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ τοὺς πολλοὺς περὶ τούτων διανοούμενος, ὅτι τοῖς Χριστιανῶν πράγμασι τὰ Ῥωμαίων συνηύξησε, καὶ συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔπω πρότερον τελείως εἰς μοναρχίαν νενικηκός· καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ ἡμέτερα· ὅς γε, καὶ εἴ τι παρελύπησεν ἡμᾶς, οὐ περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοις τισὶ πρὸ ἡμῶν χαριζόμενος, ἀλλ' ὥστε πάντας ἒν εἶναι, καὶ συμφρονεῖν παρελύπησε, καὶ μὴ διακεκόφθαι, μηδὲ διεστάναι τοῖς σχίσμασιν.

ΛΗʹ. Ἀλλ' ὅπερ εἶπον, ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον· διὰ τοῦτο ἠγνοήθη τὸ μέλλον, καὶ τὸ πλάσμα οὐκ ἐφω ράθη, καὶ παρεισῆλθε κατὰ μικρὸν ἡ ἀσέβεια, καὶ δύο χρηστότητες συνεισῆλθον ἀλλήλαις, ἥ τε περὶ τὸ εὐσεβὲς γένος καὶ τὸν ἀσεβέστατον πάντων καὶ ἀθεώτατον. Ὃς, τί μεμφόμενος Χριστιανοῖς, τί δὲ οὐκ ἐπαινεῖν ἔχων τῶν ἡμετέρων, τί δὲ τῶν παρ' Ἕλλησι δογμάτων ὑπερφυὲς νομίσας, καὶ δυσκίνητον λόγῳ, ποίῳ δὲ καὶ ἀκολουθῶν ὑποδείγμα τι, γνωριμώτατον ἑαυτὸν ἐξ ἀσεβείας κατέστη σε, καὶ καινότερον τρόπον ἡμιλλήθη τῷ ἀναδείξαντι; Ἐπειδή γε ὑπερβάλλειν οὐκ ἦν ἀρετῇ καὶ τοῖς κρείττοσι, διὰ τοῦ ἐναντίου φανῆναι φιλονεικήσας τῆς εἰς δυσσέβειαν ἀμετρίας, καὶ τῆς περὶ τὸ χεῖρον φιλοτιμίας. Ἡ μὲν οὖν ὑπὲρ Χριστιανῶν τοῦ ἀν δρὸς, καὶ πρὸς Χριστιανοὺς ἀπολογία τοιαύτη, καὶ οὕτω δικαία τοῖς γε νοῦν ἔχουσιν. 35.565

ΛΘʹ. Ἐπεὶ δέ εἰσί τινες, οἳ, κἂν ταύτης ἡμᾶς ἀπολύσωσι τῆς αἰτίας, ἑτέρας οὐκ ἀφιέντες, ἀλλὰ κατηγοροῦντες εὐήθειαν, ὅτι τῷ δυσμενεστάτῳ καὶ πολεμιωτάτῳ τὴν ἀρχὴν ἐνεχείρισε, καὶ τὸν αὐτὸν ἐχθρὸν πρότερον, εἶτα ἰσχυρὸν κατεσκεύασε, τὴν μὲν ἔχθραν διὰ τῆς τοῦ ἀδελφοῦ σφαγῆς προκαταβαλόμε νον, τὴν δὲ δύναμιν διὰ τῆς βασιλείας προσθείς· ἀναγκαῖον καὶ περὶ τούτου βραχέα διεξελθεῖν καὶ δεῖξαι μὴ παντάπασιν ἄλογον τὸ φιλάνθρωπον, μηδὲ ἔξω τῆς βασιλικῆς μεγαλονοίας καὶ προμη θείας· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοιαύτης παρ' αὐτοῦ τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβείᾳ διαφέ ρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορήσαι μεν·