1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

9

ἐκεῖνα πρὸς τὸν Χριστὸν ἐρεῖς, Συνθαπτόμενος αὐτῷ, μέλλων ἀποπηδᾷν; Καὶ γὰρ καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ἐπιδείκνυσθαι χρὴ τὴν εὔνοιαν. Σὺ δὲ ταὐτὸν ποιεῖς, οἷον ἂν εἴ τις ἀπογράφεσθαι βούλοιτο στρατιώτης, τοῦ πολέμου λύεσθαι μέλλοντος· ἢ ἀθλητὴς ἀποδύεσθαι, τοῦ θεάτρου λοιπὸν ἀναστάντος. Καὶ γὰρ ὅπλα διὰ τοῦτο λαμβάνεις, οὐχ ἵνα εὐθέως ἀποπηδήσῃς, ἀλλ' ἵνα λαβὼν κατὰ τοῦ ἐναντίου τρόπαιον στήσῃς. Μηδεὶς νομιζέτω ἄκαιρον εἶναι τὸν περὶ τούτων λόγον, εἰ μή ἐστι τεσσαρακοστὴ νῦν. ∆ιὰ γὰρ τοῦτο δάκνομαι, ὅτι καιρὸν παρατηρεῖτε ἐν τοῖς τοιούτοις. Καίτοιγε ὁ εὐνοῦχος ἐκεῖνος, καὶ βάρβαρος ὢν καὶ ὁδοιπορῶν, καὶ ἐν μέσῃ λεωφόρῳ ὢν, καιρὸν οὐκ ἐζήτησεν· ἀλλ' οὐδὲ ὁ δεσμοφύλαξ, καὶ ταῦτα μεταξὺ δεσμωτῶν ὢν, καὶ τὸν διδάσκαλον μεμαστιγωμένον καὶ δεδεμένον ὁρῶν, καὶ τέως αὐτὸν μέλλων ἔνδον ἔχειν. Ἐνταῦθα δὲ οὐ δεσμωτήριον οἰκοῦντες, οὐδ' ἐν ὁδοῖς ὄντες, ἀναβάλλονται πολλοὶ, καὶ ταῦτα ὄντες πρὸς ἐσχάτας ἀναπνοάς. ηʹ. Εἰ μὲν οὖν ἔτι ἀμφιβάλλεις, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, ἔξω στῆθι, καὶ μηδὲ θείων ἄκουε λόγων, μηδὲ ἐν τοῖς κατηχουμένοις ἀρίθμει σαυτόν· εἰ δὲ θαῤῥεῖς, καὶ οἶδας τοῦτο σαφῶς, τί μέλλεις; τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; ∆έδοικα μὴ ἁμάρτω, φησί. Τὸ δὲ χαλεπώτερον οὐ δέδοικας, μὴ μετὰ φορτίων τοσούτων ἀπέλθῃς ἐκεῖ; Οὐδὲ γάρ ἐστιν ἴσον, χάριτος προκειμένης μὴ τυχεῖν, καὶ κατορθοῦν ἐπιχειροῦντα ἀποτυχεῖν. Εἰπὲ δή μοι, ἂν γὰρ ἐγκαλῇ, Τίνος ἕνεκεν οὐ προσῆλθες. τίνος ἕνεκεν οὐ κατώρθωσας, τί ἐρεῖς; Ἐκεῖ μὲν γὰρ τάχα τὸ φορτικὸν ἔχεις εἰπεῖν καὶ τῶν προσταγμάτων καὶ τῆς ἀρετῆς· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Χάρις γάρ ἐστι δωρεὰν παρεχομένη τὴν ἐλευθερίαν. Ἀλλὰ δέδοικας μὴ ἁμάρτῃς; Ταῦτα μετὰ τὸ βάπτισμα λέγε. Τότε ἔχε τὸν φόβον, ὥστε φυλάξαι τὴν παῤῥησίαν, ἣν ἔλαβες, οὐχ ὥστε μὴ λαβεῖν δωρεὰν τοιαύτην. Νῦν δὲ πρὸ μὲν τοῦ βαπτίσματος εὐλαβὴς σὺ, μετὰ δὲ τὸ βάπτισμα ῥᾴθυμος. Ἀλλὰ τὸν καιρὸν ἀναμένεις τῆς τεσσαρακοστῆς; Τίνος ἕνεκεν; μὴ γὰρ ἔχει τι πλέον ἐκεῖνος ὁ καιρός; Οἱ γοῦν ἀπόστολοι οὐκ ἐν τῷ πάσχα κατηξιώθησαν τῆς χάριτος, ἀλλ' ἐν ἑτέρῳ καιρῷ· καὶ οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι, ὅτε ἐβαπτίσθησαν, πάσχα οὐκ ἦν καιρός· καὶ ὁ Κορνήλιος, καὶ ὁ εὐνοῦχος, καὶ ἕτεροι πλείους. Μὴ τοίνυν καιρὸν ἀναμένωμεν, μήποτε μέλλοντες καὶ ἀναβαλλόμενοι ἀπέλθωμεν κενοὶ καὶ ἔρημοι τοσούτων 60.25 ἀγαθῶν. Πῶς οἴεσθε ὀδυνῶμαι, ὅταν ἀκούσω, ὅτι ἀμύητός τις ἀπηνέχθη ἐντεῦθεν, τὰς ἀφορήτους ἐννοῶν κολάσεις ἐκείνας, τὴν ἀπαραίτητον τιμωρίαν; πῶς δάκνομαι πάλιν, ὅταν ἑτέρους ἴδω πρὸς τὰς ἐσχάτας φθάνοντας ἀναπνοὰς, καὶ μηδὲ ἐντεῦθεν σωφρονιζομένους; ∆ιά τοι τοῦτο πολλὰ τῆς δωρεᾶς ταύτης ἀνάξια γίνεται. ∆έον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου μυσταγωγουμένου, ὅταν ἀκούσῃ τοῦ κάμνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψεν ὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰμωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγομένων ὁδόν. Καὶ ἐκεῖνος δὲ πάλιν τότε ὀδυνᾶται πλέον, κἂν ἀνενέγκῃ ἀπὸ τῆς ἀῤῥωστίας, χαλεπώτερον ἀλγεῖ ὡς ἐπηρεασθείς. Ἐπειδὴ γὰρ οὐ παρεσκεύαστο πρὸς ἀρετὴν, ὀκνεῖ λοιπὸν, καὶ ἀναδύεται πρὸς τοὺς ἀγῶνας τοὺς μετὰ ταῦτα. Ὁρᾷς, οἷα ὁ διάβολος κατασκευάζει μηχανήματα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα; Ἀπαλλαγῶμεν τοίνυν τούτου τοῦ γέλωτος· ζήσωμεν ὡς ὁ Χριστὸς ἐκέλευσε. ∆ιὰ τοῦτο ἔδωκε τὸ βάπτισμα, οὐχ ἵνα λαβόντες ἀπέλθωμεν, ἀλλ' ἵνα ἐπιζήσαντες καρποὺς ἐπιδειξώμεθα. Πῶς ἐρεῖς, Καρποφόρει, τῷ ἀπιόντι, τῷ ἐκκοπέντι; οὐκ ἤκουσας, ὅτι Ὁ καρπὸς τοῦ Πνεύ 60.26 ματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη; Πῶς οὖν τὰ ἐναντία γίνεται; Καὶ γὰρ ἡ γυνὴ παρέστηκε πενθοῦσα, ὅτε χαίρειν ἔδει· τὰ τέκνα ὀδυρόμενα, ὅτε συνήδεσθαι ἐχρῆν· αὐτὸς ὁ κείμενος ἐσκοτωμένος, θορύβου γέμων καὶ ταραχῆς, ὅτε πανηγυρίζειν ἔδει· ἀθυμίας πεπληρωμένος πολλῆς, διὰ τὴν ὀρφανίαν τῶν τέκνων, διὰ τὴν χηρείαν τῆς γυναικὸς, διὰ τὴν ἐρημίαν τῆς οἰκίας. Οὕτω τις προέρχεται μυστηρίοις; εἰπέ μοι· οὕτως ἅπτεται τραπέζης ἱερᾶς; ταῦτα