1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

10

ἀμφότερα. ∆ὸς χεῖρα τῷ δεομένῳ καὶ παραινέσας τὰ εἰκότα καὶ βοηθήσας. 24.6 Ὡς οὐκ ἔστιν ὅ τι φιλοσοφήσαις ἄμεινον ἢ νῦν τῷ δικαίῳ συναγωνισάμενος, πρὸς τῷ καὶ ἡμᾶς εὖ ποιεῖν τοὺς σοὺς ἐπαινέτας, εἰ δὲ δίδως εἰπεῖν, καὶ φίλους. 25.Τ ΑΜΦΙΛΟΧΙΩΙ 25.1 Ἄρτους μὲν οὐκ ᾐτήσαμεν παρὰ σοῦ, ὅτι μηδ' ὕδωρ παρὰ τῶν Ὀστρακίνην οἰκούντων. Λάχανα δ' εἰ αἰτοῦμεν παρ' ἀνδρὸς Ὀζιζαλέως, ὧν ἀφθονία μὲν παρ' ὑμῖν, παρὰ δ' ἡμῖν πολλὴ σπάνις, θαυμαστὸν οὐδὲν οὐδ' ἔξω τῆς συνηθείας. 25.2 Καταξίωσον οὖν λάχανα ἡμῖν ἀποστεῖλαι πλεῖστα καὶ κάλλιστα, ἢ ὅσα γε δυνατὸν (ἐπεὶ καὶ τὰ μικρὰ μεγάλα τοῖς πένησιν), ἐπειδὴ μάλιστα καὶ τὸν μέγαν Βασίλειον δεξιούμεθα· οὗ μὴ βουληθῇς, ὥσπερ ἐπειράθης κεκορεσμένου φιλοσοφοῦντος, οὕτω πειραθῆναι πεινῶντος καὶ δυσχεραίνοντος. 26.Τ ΤΩΙ ΑΥΤΩΙ 26.1 Ὡς μικρολόγως ἡμῖν ἥκει τὰ λάχανα παρ' ὑμῶν· καὶ τί γὰρ ἄλλο ἢ χρυσολάχανα; Καίτοι γ' ὁ πᾶς πλοῦτος ὑμῖν κῆποι καὶ ποταμοὶ καὶ ἄλση καὶ παράδεισοι, καὶ λαχανηφόρος ὑμῖν ἡ χώρα, ὡς χρυσοφόρος ἄλλοις, καὶ λειμώνια φύλλα νέμεσθε. 26.2 Ὁ δὲ σῖτος ὑμῖν, ἡ μυθικὴ μακαρία· καὶ ὁ ἄρτος, ὃ δὴ λέγεται, 20ἄρτος ἀγγέλων20, οὕτως ἄσπαστός τε καὶ ἄπιστος. 26.3 Ἢ τοίνυν μεταδίδοτε τούτων ἡμῖν ἀφθονώτερον, ἢ ἄλλο μὲν οὐδὲν ἀπειλήσομεν· τὸν δὲ σῖτον ἐφέξομεν, καὶ εἰσόμεθα εἰ ὄντως δρόσῳ μόνῃ τρέφονται τέττιγες. 27.Τ ΤΩΙ ΑΥΤΩΙ 27.1 Παίζεις. Ἐγὼ δ' οἶδα τὸν κίνδυνον Ὀζιζαλέως πεινῶντος, ὅταν μάλιστα γεωργήσητε. 27.2 Ὧν ἓν τοῦτο μόνον ἐπαινετόν, ὅτι κἂν λιμῷ φθαρῶσιν, ἀλλ' εὐωδοῦσι καὶ λαμπρᾶς τυγχάνουσι τῆς ταφῆς. Πῶς; πολλοῖς βάλλονται καὶ ποικίλοις τοῖς ἄνθεσιν. 28.Τ ΤΩΙ ΑΥΤΩΙ 28.1 Τὰς ὀρείους μέν, ὁμόρους δὲ τῇ Παμφυλίᾳ πόλεις ἐπισκεψάμενοι, Γλαῦκον ἐκεῖ θαλάττιον ἐν τοῖς ὄρεσιν ἠλιεύσαμεν, οὐ λίνου δικτύοις τοῦ βυθοῦ τὸν ἰχθὺν ἐξελκύσαντες, ἀλλ' ἀγάπῃ φίλων τὸ θήραμα σαγηνεύ σαντες. 28.2 Ἅπαξ δὲ τὸν Γλαῦκον πεζεύειν μαθόντα, γραμματηφόρον προσαπεστάλκαμεν πρὸς τὴν ὑμετέραν ἀγαθότητα, ὃν φιλοφρόνως ξενισάτω καὶ τῷ παρὰ ταῖς Γραφαῖς εὐδοκιμοῦντι ξενισμῷ μετὰ λαχάνων καταξιωσάτω. 29.Τ ΣΩΦΡΟΝΙΩΙ 29.1 Ὁρᾷς οἷα τὰ ἡμέτερα καὶ ὅπως κύκλος τις τῶν ἀνθρωπίνων περιτρέχει πραγμάτων· νῦν μὲν τῶν, νῦν δὲ τῶν ἀνθούντων καὶ ἀπανθούντων, καὶ οὔτε τοῦ εὖ πράττειν ἑστῶτος ἡμῖν, οὔτε τοῦ δυστυχεῖν, ὃ δὴ λέγουσιν, ἀλλὰ τάχιστα μετακινουμένου καὶ μεταπίπτοντος, ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν καὶ γράμμασι καθ' ὕδατος ἢ ἀνθρώπων εὐετηρίᾳ. 29.2 Τίνος ἕνεκεν; ἐμοὶ δοκεῖν, ἵνα τὸ ἐν τούτοις ἄστατον καὶ ἀνώμαλον θεωροῦντες, μᾶλλόν τι προστρέχωμεν τῷ Θεῷ καὶ τῷ μέλλοντι, καί τινα ποιώμεθα καὶ ἡμῶν αὐτῶν ἐπιμέλειαν, βραχέα τῶν σκιῶν καὶ τῶν ὀνειράτων φροντίζοντες. 29.3 Ἀλλὰ πόθεν ἡμῖν ὁ λόγος; Οὐ γὰρ εἰκῇ ταῦτα φιλοσοφῶ, οὐδὲ διακενῆς καλλωπίζομαι. 29.4 Ἦν ποτε τῶν οὐκ ἀφανῶν καὶ ὁ σὸς Καισάριος, εἰ δὲ μὴ ὡς ἀδελφὸς ἀπατῶμαι, καὶ τῶν λίαν ἐπιφανῶν, γνώριμος μὲν ἐπὶ παιδεύσει, καλοκἀγαθίᾳ δ' ὑπὲρ τοὺς πολλούς, λαμπρὸς δὲ φίλων περιουσίᾳ, ὧν πρῶτον ἐν πρώτοις σέ τε καὶ τὴν σὴν εὐγένειαν ὑπάρχειν αὐτῷ αὐτός τ' ἐφρόνει καὶ ἡμᾶς ἔπειθε. 29.5 Τὰ μὲν δὴ παλαιὰ ταῦτα, καὶ τὰ πλείω παρὰ σεαυτοῦ προσθήσεις τιμῶν αὐτὸν ἐπιτάφια, καὶ ὃ φύσει πάντες ἔχομεν ἄνθρωποι μᾶλλόν τι τῷ ἀπελθόντι χαριζόμενος. 29.6 Τὰ δὲ νῦν, -καὶ ὅπως μοι μὴ παραδράμῃς ἀδακρυτὶ τὸν λόγον ἢ δακρύσαις γ' εἰς καλὸν καὶ χρήσιμον, -ὁ μὲν κεῖται νεκρός, ἄφιλος, ἔρημος, ἐλεούμενος, σμύρνης ὀλίγης ἠξιωμένος (εἴ γε καὶ τοῦτο), καὶ μικρῶν ἐνδυμάτων τῶν τελευταίων (πολύ γ' ὅτι τούτων). 29.7 Ἐπιπεπτώκασι δ' οἱ ἐχθροί, ὥς γε πυνθάνομαι, καὶ ἄλλος ἄλλοθεν τὰ ἐκείνου κατὰ πολλὴν ἐξουσίαν οἱ μὲν διαρπάζουσιν, οἱ δὲ μέλλουσιν. Ὢ τῆς ἀναλγησίας, ὢ τῆς ὠμότητος· καὶ ὁ κωλύσων οὐδείς, ἀλλ' ὅ γε φιλανθρωπότατος τοῦτο χαρίζεται μόνον, ἀνακαλεῖται τοὺς νόμους· καὶ εἰ δεῖ συντόμως εἰπεῖν, δρᾶμα γεγόναμεν, οἵ ποτε νομισθέντες εὐδαίμονες. 29.8 Ταῦτα μὴ ἀνεκτὰ φανήτω σοι·