1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

10

ἀνεκτά; Κἂν μὲν βασιλεὺς πέμψῃ γράμματα, τοὺς ἐν δεσμωτηρίῳ λύων, εὐφροσύνη καὶ χαρά· ὁ δὲ Θεὸς καταπέμπει τὸ Πνεῦμα ἐξ οὐρανῶν, οὐχὶ ἐλλείμματα χρημάτων, ἀλλ' ὁλόκληρα ἁμαρτήματα συγχωρῶν· καὶ πάντες θρηνεῖτε καὶ ὀδύρεσθε; Τίς ἡ ἀνωμαλία αὕτη; Οὔπω γὰρ λέγω, ὅτι καὶ νεκροῖς ἐπεχύθη ὕδωρ, καὶ τὰ ἅγια ἐῤῥίφη εἰς γῆν· ἀλλ' οὐχ ἡμεῖς τούτων αἴτιοι, ἀλλ' οἱ ἀγνώμονες. ∆ιὸ παρακαλῶ πάντα ἀφέντας συστρέψαι ἑαυτοὺς καὶ προσιέναι τῷ βαπτίσματι μετὰ προθυμίας ἁπάσης, ἵνα καὶ ἐν τῷ παρόντι πολλὴν ἐπιδειξάμενοι σπουδὴν, τῆς μελλούσης τύχωμεν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.25 ΟΜΙΛΙΑ Βʹ. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγον

τες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστά νεις τὴν βασιλείαν τῷ Ἰσραήλ;

αʹ. Ὅταν τι μέλλωσιν ἐρωτᾷν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται. Τοῦτο δὲ

ποιοῦσιν, ἵνα τῷ πλήθει δυσωπήσωσιν. Ἤδεισαν γὰρ, ὅτι τὸ πρώην παρ' αὐτοῦ εἰρημένον, ὅτι Οὐδεὶς οἶδε τὴν ἡμέραν, διακρουομένου ἦν, οὐκ ἀγνοοῦντος, ἀλλ' ἀναβαλλομένου τὴν ἀπόκρισιν· ὅθεν πάλιν προσέρχονται, καὶ ἐρωτῶσιν. Οὐκ ἂν δὲ ἠρώτησαν, εἴ γε ὄντως ἦσαν πεπεισμένοι. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Πνεῦμα μέλλουσι λαμβάνειν, ὡς ἄξιοι λοιπὸν ὄντες ἤθελον μαθεῖν, καὶ πρὸς ἀπαλλαγὴν ἦσαν ἕτοιμοι. Οὐ γὰρ ἐβούλοντο καθεῖναι ἑαυτοὺς εἰς κινδύνους, ἀλλὰ ἀναπνεῦσαι· διότι οὐ μικρὰ ἦν τὰ συμβεβηκότα αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἐπεκρεμάσθη. Οὐδὲν οὖν αὐτῷ περὶ τοῦ Πνεύματος εἰπόντες, ἐρωτῶσι λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Καὶ οὐκ εἶπον, Πότε; ἀλλὰ, Εἰ νῦν; φησίν· οὕτως ἐπεθύμουν τὴν ἡμέραν μαθεῖν. ∆ιὸ καὶ μετὰ πλείονος προσίασι τῆς τιμῆς. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ τετρανῶσθαί πως αὐτοῖς, τίς ποτε ἦν ἡ βασιλεία· οὔπω γὰρ ἦν τὸ Πνεῦμα διδάξαν αὐτούς. Καὶ οὐκ εἶπον, Πότε ταῦτα ἔσται; ἀλλὰ τί; Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ὡς ἤδη ἐκπεπτωκυῖαν. Ταῦτα οὕτω πυνθάνονται, ὅτι περὶ τὰ αἰσθητὰ ἔτι διέκειντο, εἰ καὶ μὴ ὁμοίως ὡς πρότερον· οὐδὲ γὰρ οὐδέπω γεγένηντο βελτίους. Οὕτω λοιπὸν οὗτοι μείζονα περὶ αὐτοῦ ἐφαντάζοντο. Ἐπεὶ οὖν ἀνήχθησαν, καὶ αὐτὸς ἀνηγμένως αὐτοῖς διαλέγεται. Οὐκέτι γὰρ λέγει πρὸς αὐτοὺς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν· ἀλλὰ τί; Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Μείζονα αἰτεῖτε, φησί. Καὶ μὴν ἤδη ἔμαθον καὶ ἃ πολλῷ μείζονα ἦν. Καὶ ἵνα μάθῃς τοῦτο 60.26 ἀκριβῶς, ὅρα πόσα ἀπαριθμοῦμαι. Τί μεῖζον, εἰπέ μοι, τοῦ μαθεῖν αὐτοὺς ἅπερ ἔμαθον; Ἔμαθον γοῦν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ Υἱὸν ἔχει ὁ Θεὸς ὁμότιμον· ἔμαθον, ὅτι ἀνάστασις ἔσται· ἔμαθον, ὅτι ἀνελθὼν ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· τὸ τούτου φρικωδέστερον ἔμαθον, ὅτι σὰρξ ἄνω κάθηται, καὶ προσκυνεῖται ὑπὸ ἀγγέλων· ἔμαθον, ὅτι ἥξει πάλιν κρῖναι πάντα τὸν κόσμον· ἔμαθον, ὅτι μέλλουσι καθεδεῖσθαι καὶ αὐτοὶ τότε κριταὶ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ· ἔμαθον, ὅτι Ἰουδαῖοι ἐκβάλλονται, οἱ δὲ ἐξ ἐθνῶν ἀντεισέρχονται. Τὸ ταῦτα εἰδέναι ὅτι ἔσται, μέγα· τὸ δὲ μαθεῖν, ὅτι βασιλεύσει τις ἢ τὸ πότε, οὐδὲν μέγα. Ἔμαθε Παῦλος ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τὰ πρὸ τοῦ κόσμου ἅπαντα ἔμαθε. Τί μαθεῖν δυσκολώτερον, τὴν ἀρχὴν, ἢ τὸ τέλος; Εὔδηλον, ὅτι τὸ πρῶτον. Οὐκοῦν τοῦτο Μωϋσῆς ἔμαθε, καὶ πότε, καὶ πρὸ πόσων χρόνων, δείκνυσι δι' ὧν ἀριθμεῖ τὰ ἔτη. Τοῦτο καὶ Σολομῶν, διὸ καὶ ἔλεγε· Μνημονεύσω τὰ ἀπ' αἰῶνος. Ὅτι τοίνυν ἐγγύς ἐστιν, ἴσασι μετὰ ταῦτα καὶ οὗτοι· ὥσπερ καὶ ὁ Παῦλος, λέγων· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλὰ τότε οὐκ