1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

11

κόσμῳ, πῶς ἔτι δύναται εἶναι μέτοχος τῶν μεριμνῶν τοῦ κόσμου; τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄκρον προάγοντος τό τε μῖσος τῆς ψυχῆς καὶ τὴν ἑαυτοῦ ἄρνησιν δι' ὧν φησιν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ· καὶ τότε ἐπαγαγόντος· Καὶ ἀκολουθείτω μοι· καὶ πάλιν· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής. Ὥστε ἡ μὲν τελεία ἀποταγή ἐστιν ἐν τῷ τὸ ἀπροσπαθὲς κατορθῶσαι καὶ πρὸς αὐτὸ τὸ ζῇν, καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἔχειν, ὥστε μὴ ἐφ' ἑαυτῷ πεποιθέναι· ἄρχεται δὲ ἀπὸ τῆς τῶν ἔξωθεν ἀλλοτριώσεως, οἷον, κτημάτων, δόξης ματαίας, συν ηθείας βίου, προσπαθείας τῶν ἀνωφελῶν, καθὰ καὶ οἱ ἅγιοι μαθηταὶ τοῦ Κυρίου ὑπέδειξαν ἡμῖν, Ἰάκω βος μὲν καὶ Ἰωάννης, καταλιπόντες τὸν πατέρα αὑ τῶν Ζεβεδαῖον, καὶ αὐτὸ τὸ πλοῖον τὴν πᾶσαν ἀφορ μὴν τοῦ βίου· Ματθαῖος δὲ ἀπ' αὐτοῦ τοῦ τελωνείου ἐξαναστὰς, καὶ ἀκολουθήσας τῷ Κυρίῳ, οὐ τὰ κέρδη μόνον τὰ ἐν τῷ τελωνείῳ καταλιπὼν, ἀλλὰ καὶ τῶν κινδύνων ὑπεριδὼν, οἳ ἐπακολουθεῖν ἤμελλον αὐτῷ τε καὶ τοῖς οἰκείοις παρὰ τῆς ἐξουσίας, ἀτελεῖς τοὺς λόγους τοῦ τελωνείου καταλιμπάνοντι. Παύλῳ δὲ καὶ ὁ σύμπας κόσμος ἐσταύρωτο, καὶ αὐτὸς τῷ κόσμῳ. 31.937 Οὕτως ὁ σφόδρα τῇ ἐπιθυμίᾳ τοῦ ἀκολουθεῖν Χριστῷ κατεχόμενος πρὸς οὐδὲν ἔτι τῆς ζωῆς ταύ της ἐπιστραφῆναι δύναται, οὐ πρὸς γονέων ἢ οἰ κείων φίλτρον, ὅταν ἐναντιούμενον ᾖ τοῖς τοῦ Κυ ρίου προστάγμασι (τότε γὰρ καιρὸν ἔχει καὶ τό· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὑ τοῦ, καὶ τὴν μητέρα, καὶ τὰ λοιπά)· οὐ πρὸς ἀν θρώπινον φόβον, ὥστε δι' αὐτὸν ὑποσταλῆναί τι τῶν συμφερόντων, ὅπερ κατώρθωσαν οἱ ἅγιοι, εἰπόντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώ ποις· οὐ πρὸς τὸν ἐπὶ τοῖς καλοῖς παρὰ τῶν ἔξωθεν γέλωτα, ὥστε τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἰ δέ τις βούλοιτο ἀκριβέστερον καὶ τρανότερον γνω ρίσαι τὸν συνεζευγμένον τόνον τῇ ἐπιθυμίᾳ τῶν ἀκολουθούντων τῷ Κυρίῳ, μνημονευσάτω τοῦ Ἀπο στόλου διηγουμένου τὰ καθ' ἑαυτὸν εἰς διδασκα λίαν ἡμετέραν, καὶ λέγοντος· Εἴ τις δοκεῖ πε ποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· περιτομὴ ὀκταήμερος, ἐκ γένους Ἰσραὴλ, φυλῆς Βενια μὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλη σίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενό μενος ἄμεμπτος· ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Εἰ γὰρ (ἵνα τι καὶ εἴπω τολμηρὸν μὲν, ἀληθὲς δὲ), εἰ τοῖς ἐκβλητοτάτοις τοῦ σώματος, καὶ ἀποπτύ στοις, καὶ ὧν μάλιστα πρὸς τὴν ἀλλοτρίωσιν ἐπει γόμεθα, τούτοις προσείκασεν αὐτὰ τὰ παρὰ Θεοῦ πρὸς καιρὸν δεδομένα νομικὰ προτερήματα, ὡς ἐμπόδια τῆς τοῦ Χριστοῦ γνώσεως, καὶ τῆς ἐν αὐτῷ δικαιοσύνης, καὶ τῆς πρὸς θάνατον αὐτοῦ συμμορφώσεως, τί ἄν τις εἴποι περὶ τῶν ἀνθρώποις νενομισμένων; Καὶ τί χρὴ λογισμοῖς ἡμετέ ροις καὶ τοῖς τῶν ἁγίων ὑποδείγμασι τὸν λόγον πι στοῦσθαι; ἐξὸν αὐτὰ παραθέσθαι τοῦ Κυρίου τὰ ῥήματα, καὶ δι' αὐτῶν τὴν ἔμφοβον ψυχὴν δυσ ωπῆσαι, σαφῶς καὶ ἀναντιῤῥήτως διαμαρτυρομένου ἐν τῷ λέγειν· Οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχου σιν, οὐ δύναταί μου εἶναι μαθητής· καὶ ἀλλα χοῦ μετὰ τὸ, Εἰ θέλεις τέλειος εἶναι, πρότερον εἰπόντος· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ τότε ἐπαγαγόντος τὸ, ∆εῦρο, ἀκολούθει μοι. Καὶ ἡ παραβολὴ δὲ τοῦ ἐμπόρου παντὶ σαφής ἐστι τῷ εὐγνώμονι πρὸς τοῦτο φέρουσα. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ, ζητοῦντι καλοὺς 31.940 μαργαρίτας, ὃς εὑρὼν ἔνα πολύτιμον μαργαρί την, ἀπελθὼν ἐπώλησε πάντα ὅσα εἶχε, καὶ ἠγόρασεν αὐτόν. ∆ῆλον γὰρ, ὅτι ὁ πολύτιμος μαρ γαρίτης πρὸς τὴν