11
κατηγορίας ἀπολο γήσασθαι, οὔ μοι δοκεῖ τοσοῦτον ὑπεραλγῶν τοῦ ἀδελφοῦ, ὅν γε καὶ πολέμιον ἐκ τῆς θρησκείας ἐγί νωσκεν, ὅσον τὰ Χριστιανῶν οὐ φέρων αὐξανόμενα, καὶ λυσσῶν κατὰ τῆς εὐσεβείας, τοῖς καθεστηκόσιν ἐπιτολμᾷν, καὶ ζητεῖν ἐλευθερίων τῇ ἀπονοίᾳ· χρῆναι γὰρ φιλοσοφίαν καὶ βασιλείαν, ὡς ὁ ἐκείνων λόγος, εἰς ταυτὸ συνελθεῖν· οὐχ ἵνα παύσωνται κακῶν αἱ πόλεις, ἀλλ' ἵνα πλησθῶσι.
Μςʹ. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῆς αὐθαδείας καὶ ἀπονοίας ἑαυτὸν ἀναδῆσαι, καὶ τῇ μεγάλῃ προσ ηγορίᾳ τιμῆσαι (ἣν οὐχ ἅρπαγμα τύχης, ἀλλ' ἀρε τῆς ἆθλον ἢ χρόνος ἢ ψῆφος βασιλέως χαρίζεται, ἢ τῆς συγκλήτου βουλῆς, ὡς τὸ παλαιὸν, κρίσις), καὶ οὐ ποιεῖται τοῦ μέτρου τῆς τιμῆς κύριον τὸν τῆς βα σιλείας· δεύτερον δὲ (καὶ γὰρ ἀναγκαίαν ἑαυτῷ τὴν ἀπόνοιαν ἐκ τῶν ἤδη τετολμημένων ᾔδει πε ποιηκὼς), τί διανοεῖται; καὶ ποῖ πρόεισιν ἀσεβείας τε καὶ θρασύτητος; Ὢ τῆς μανιώδους ἐκείνης ψυ χῆς! Ἐπ' αὐτὸν ἐκστρατεύει, καὶ τῆς δύσεως ἀπαν 35.572 ίσταται· προφάσει μὲν, ὡς ἀπολογησόμε νος ὑπὲρ τοῦ διαδήματος· ἔτι γὰρ ἐδόκει κρύπτειν ἑαυτοῦ τὴν ἀπόνοιαν· τὸ δὲ ἀληθὲς, ὡς μεταστή σων εἰς ἑαυτὸν ἅπαν τὸ κράτος, καὶ διὰ τῆς ἀγνωμο σύνης θαυμασθησόμενος· καὶ οὐκ ἐψεύσθη γε τῆς ἐλπίδος.
ΜΖʹ. Μὴ θαυμαζέτωσαν οἱ τῶν τοῦ Θεοῦ λόγων, ὑφ' ὧν τὸ πᾶν φέρεται, τὸ ἀτέκμαρτον μὴ ἐπιστάμενοι βάθος, καὶ μὴ παραχωροῦντες τῷ τεχνίτῃ τῆς κυβερνήσεως, ἡμῶν γε πάντως συνετωτέρῳ, καὶ ἄγοντι τὸ οἰκεῖον ὅπη καὶ ὅπως βούλεται· πάντως δὲ πρὸς τὸ κρεῖττον καὶ τὴν ἰατρείαν, κἂν οἱ θεραπευό μενοι δυσχεραίνωσιν· ὑφ' ὧν λόγων κἀκεῖνος οὐκ ἐπήρθη μὲν εἰς τὴν κακίαν· ἀναίτιον γὰρ παντά πασι κακῶν τὸ Θεῖον, ἀγαθὸν τῇ φύσει τυγχάνον, καὶ τοῦ προελομένου τὰ τῆς κακίας· οὐ μὴν ἐπεσχέθη γε τῆς ὁρμῆς· ἀλλὰ τάχει πολλῷ τήν τε οἰκείαν, καὶ τῆς βαρβαρικῆς ὄχθης ἔστιν ἣν διαδραμὼν, καὶ τῷ λαθεῖν μᾶλλον ἢ τῷ κρατῆ σαι τὴν πάροδον ἁρπάσας, πλησίον τῶν βασιλείων γίνεται· ὡς μὲν οἱ τὰ ἐκείνου φρονοῦντες, κατὰ πρόγνωσιν ἐπὶ τὴν ἐκστρατείαν ἀρθεὶς, καὶ δαιμόνων κίνησιν τὸ μέλλον ὑπισχνουμένων, καὶ με ταβολὴν πρυτανευόντων τοῖς πράγμασιν· ὡς δὲ ὁ τῶν ἀληθευόντων λόγος, κατὰ προθεσμίαν παρὼν, ἀλλ' ἀποῤῥητοτέραν τε καὶ βαθυτέραν, καὶ σπεύδων ἐπὶ θάνατον, οὗ δημιουργὸς αὐτὸς ἦν, κλέ ψας τινὶ τῶν ἔνδον τὴν ἐπιχείρησιν· ὥστε εἶ ναι μὴ πρόγνωσιν, ἀλλὰ γνῶσιν, καὶ πονηρίας ἔργον, ἀλλὰ μὴ δαιμόνων εὐεργέτημα τὸ γινόμε νον· οἵ γε πῶς εὔστοχοι τὰ τοιαῦτα, Περσὶς σαφῶς ἔδειξε. Καὶ παυσάσθωσαν οἱ τὸ ἐκείνου τάχος τοῖς δαίμοσιν ἐπιφημίζοντες· εἰ μή γε καὶ αὐτὸ τὸ κακὸν εἶναι τούτοις προσθήσομεν.
ΜΗʹ. Εἰ μὲν οὖν μὴ προὔλαβε τὴν ἔφοδον τοῦ τυ ράννου τὸ τέλος τοῦ βασιλέως, μηδὲ ὁ ἀφανὴς πόλεμος τῆς φανερᾶς χειρὸς πλεῖον ἴσχυσε, τάχα ἂν ἔγνω καθ' ἑαυτοῦ ταχύνας ὁ ἀλιτήριος· καὶ πρὶν ὑπὸ 35.573 Περσῶν τὴν ἐμπληξίαν σωφρονισθῆναι τῆς ἀπο νοίας, ἔδωκεν ἂν δίκην ἐν ὅροις Ῥωμαίων, ὧν κα κῶς κατετόλμησε· τεκμήριον δέ· καὶ γὰρ ἔτι προϊὼν καὶ ἀγνοούμενος, ὡς ἐνόμιζεν, ὑπὸ τοῦ γεν ναιοτάτου βασιλέως στρατιᾷ περιλαμβάνεται προϋποτεμνούσῃ καὶ τὴν φυγὴν, ὡς δῆλον γέγονεν ἐκ τῶν ὕστερον· καὶ γὰρ ἤδη τὸ κράτος ἔχοντι, τὸ κρατῆσαι ταύτης οὐ μικρὸν ἔργον ἐγένετο· νῦν δὲ ὁ μὲν θυμῷ ζέων κατὰ τῆς ἀπονοίας ὁμοῦ καὶ τῆς ἀσεβείας, καὶ τὸν σοφώτατον ἔχων ἐν ἄρκυσιν, ὢ τῆς ἡμετέρας κακίας! ἐν ἀκμῇ τῆς ὁδοῦ κα ταλύει τὸν βίον, πολλὰ καὶ Θεῷ καὶ ἀνθρώποις ὑπὲρ τῆς ἑαυτοῦ φιλανθρωπίας ἀπολογησάμενος, καὶ διὰ τῆς ὁρμῆς δείξας Χριστιανοῖς τὴν ὑπὲρ τῆς εὐσεβείας κίνησιν.
ΜΘʹ. Ὧδε δέ τι δάκρυον ἐπέρχεταί μοι χαρᾷ συμμιγὲς διὰ τὰ ἑξῆς τοῦ λόγου· καὶ οἷον ποταμοῦ καὶ πελάγους μάχη, καὶ μίξις, καὶ στάσις, ἀλλήλοις ἀντιστατούντων, καὶ συνιόντων· ἐκ μὲν γὰρ τῶν τε λευταίων πάσχω τὰ τῆς ἡδονῆς,