1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

11

ἀλλὰ καὶ συνάλγησον καὶ συναγανάκτησον καὶ δὸς χάριν νεκρῷ Καισαρίῳ. Ναὶ πρὸς τῆς φιλίας αὐτῆς, ναὶ πρὸς τῶν σῶν φιλτάτων καὶ τῶν ἐλπίδων, ἃς ποίησον σεαυτῷ δεξιὰς πιστὸς τῷ ἀπελθόντι φανεὶς καὶ γνήσιος· ἵνα καὶ τοῖς ζῶσι τοῦτο χαρίσῃ καὶ ποιήσῃς αὐτοὺς εὐέλπιδας. 29.9 Οἴει περὶ χρημάτων ἡμᾶς ἀλγεῖν; Τὸ τῆς αἰσχύνης ἡμῖν ἀφορητό τερον, εἰ δόξειε μόνος τῶν πάντων Καισάριος μὴ ἐσχηκέναι φίλους, ὁ δὴ καὶ πολλοὺς ἔχειν οἰόμενος. 29.10 Ἡ μὲν οὖν πρεσβεία τοιαύτη καὶ παρὰ τοιούτων, ἐπειδή σοι καὶ τὸ καθ' ἡμᾶς ἴσως οὐ πάρεργον. Ἃ δὲ βοηθήσεις καὶ δι' ὧν καὶ ὅπως, τά τε πράγματα ὑποθήσεται καὶ ἡ σὴ διασκέψεται σύνεσις. 30.Τ ΦΙΛΑΓΡΙΩΙ 30.1 Καισάριον οὐκ ἔχω. Ἐρῶ γάρ, καὶ εἰ μὴ φιλόσοφον τὸ πάθος· στέργω τὰ Καισαρίου, καὶ ὅ τί ποτ' ἂν ἴδω Καισαρίου γνώρισμα περιπτύσσομαι καὶ ἀσπάζομαι, καὶ οἱονεὶ αὐτὸν ὁρᾶν δοκῶ καὶ συνεῖναι καὶ διαλέγεσθαι. 30.2 Οἷον ἔπαθον καὶ νῦν ἐπὶ τοῖς σοῖς γράμμασιν. Ὁμοῦ τε γὰρ ἀνέγνων τὸ πρόγραμμα τῆς ἐπιστολῆς, τὸ γλυκύ μοι πρᾶγμα καὶ ὄνομα, τὸν Φιλάγριον, καὶ πάντα μ' ἀθρόως ὑπεισῆλθε τά ποτε τερπνά, αἱ πόλεις, αἱ διατριβαί, ἡ τράπεζα, ἡ πενία, τὰ τῆς 20ἐρατεινῆς ὁμηλικίης20, ὅ φησιν Ὅμηρος, ἢ παίγνια, ἢ σπουδάσματα, οἱ τῶν λόγων ἱδρῶτες, οἱ κοινοὶ παιδευταί, τὸ τῶν ἐλπίδων ὕψος, πάντα ὅσα ἂν εἴποι τις τῶν τηνικαῦτα καλῶν, οἷς ἐγὼ χαίρω διαφερόντως καὶ μεμνημένος. 30.3 Ἵν' οὖν ἔτι μᾶλλον ὁμιλῶμεν τούτοις καὶ διὰ σοῦ, κίνει τὴν γραφίδα καὶ χαρίζου τὸ ἐπιστέλλειν. Πάντως οὐδὲ τοῦθ' ἡμῖν μικρόν, εἰ καὶ τὸ μέγιστον ἥρπασεν ἡμῶν ὁ φθόνος, τὴν συνουσίαν, λυπηρῶς διαθεὶς τὰ ἡμέτερα.

31.Τ ΤΩΙ ΑΥΤΩΙ 31.1 Ἃ μέν ἐστί σοι λυπηρά, πάντως καὶ ἡμῖν. Κοινὰ γὰρ

πάντα ποιούμεθα τὰ τῶν φίλων, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, ὅσπερ δὴ καὶ φιλίας ὅρος ἐστί. 31.2 Καίτοι καὶ περὶ τούτων εἴ τι δεῖ φιλοσοφῆσαι καὶ τὰ εἰκότα δια λεχθῆναί σοι (ὥσπερ οὖν δεῖ καὶ ὁ τῆς φιλίας ὑποτίθεται νόμος), οὐ βούλομαί σε, οὐδέ γε καλῶς ἔχειν ὑπολαμβάνω, Φιλάγριον ὄντα καὶ τὰ θεῖα διαφερόντως πεπαιδευμένον, ταὐτὸν πάσχειν τοῖς πολλοῖς, οὐδὲ συγκαταπίπτειν τῷ σώματι, οὐδ' ὡς ἀνήκεστον τὴν κακοπάθειαν ὀδύρεσθαι, 31.3 ἀλλ' ἐμφιλοσοφεῖν τῷ πάθει, καὶ τὴν διάνοιαν νῦν δὴ καὶ μάλιστα ἐκκαθαίρεσθαι, καὶ κρείττω φαίνεσθαι τῶν δεσμῶν, καὶ ἡγεῖσθαι τὴν νόσον παιδαγωγίαν πρὸς τὸ συμφέρον, τοῦτο δ' ἐστί, περιφρονοῦντα τὸ σῶμα καὶ τὰ σωματικὰ καὶ πᾶν τὸ ῥέον καὶ ταραχῶδες καὶ ἀπολ λύμενον, ὅλον τῆς ἄνω γενέσθαι μοίρας, 31.4 καὶ ζῆν ἀντὶ τοῦ παρόντος τῷ μέλλοντι, 20θανάτου μελέτην20 -τοῦτο ὅ φησι Πλάτων-τὸν τῇδε βίον ποιούμενον καὶ λύοντα τὴν ψυχὴν τοῦ εἴτε 20σώματος20, εἴτε 20σήματος20, κατ' ἐκεῖνον εἰπεῖν, ὅση δύναμις. 31.5 Ἂν ταῦτα φιλο σοφῇς, ὦ ἄριστε, καὶ οὕτως ἔχῃς, αὐτός τ' ὀνήσῃ τὰ μέγιστα καὶ ἡμᾶς ἐπὶ σοὶ ῥᾴους ποιήσεις καὶ πολλοὺς διδάξεις ἐμφιλοσοφεῖν τοῖς πάθεσι. 31.6 Καὶ πρός γε, οὐ μικρὸν κερδανεῖς-εἴ τί σοι καὶ τούτου μέλει-τὸ παρὰ πάντων θαυμάζεσθαι. 31.7 Τῶν δὲ πυκτίων ὧν ᾔτησας, τὸ μὲν εὗρον καὶ ἔπεμψά σοι προθύμως, τὸ ∆ημοσθενικὸν λέγω· τὸ δ' ἐζημιώθην· οὐκ ἔχω οἵου σὺ χρῄζεις, τὴν Ἰλιάδα. 31.8 Μὴ γάρ μοι διαπιστήσῃς, ὅτι μόνον τούτων ἀπολαύειν νομίζω καὶ μόνα κεκτῆσθαι καλῶς, ὧν ἂν αὐτὸς μετάσχοις καὶ οἷς ἂν ὡς σεαυτοῦ χρήσαιο. 32.Τ ΤΩΙ ΑΥΤΩΙ 32.1 Εὖ γ' ὅτι φιλοσοφεῖς ἐν τοῖς πάθεσι καὶ γίνῃ πολλοῖς ὑπόδειγμα τῆς ἐν τοῖς ἀλγεινοῖς καρτερίας· καὶ ὥσπερ ἐπὶ παντὶ βελτίστῳ κατεχρῶ τῷ σώματι, ἡνίκα ὑγιεινῶς εἶχες, οὕτω καὶ νῦν τούτῳ χρῇ καλῶς, ἐπειδή γ' ἀσθενῶς ἔχεις καὶ ἀργεῖς οὐκ ἀργῶς, ἵν' οὕτως εἴπω. 32.2 Φιλοσο φεῖς γάρ, καὶ ὅ φασι ∆ιογένην εἰρηκέναι ποτὲ πυρέττοντα καὶ διακαρτεροῦντα, τοῦτο καὶ αὐτὸς παρέχεις ὁρᾶν, ψυχῆς πάλην καὶ σώματος. 32.3 Τοῦτο ἔπρεπε τῷ ἐμῷ Φιλαγρίῳ, μὴ μαλακίζεσθαι μηδὲ κάμπτεσθαι πρὸς τὰ πάθη, ἀλλὰ περιφρονεῖν τὸν πηλὸν καὶ τὸ μὲν σῶμα ἐᾶν