11
καταβληθὲν, καὶ τῇ τῆς ἀκροάσεως ὠφελείᾳ πρὸς τὴν σωτηρίαν τῶν ὑμετέρων ἀδελφῶν ἀποχρήσασθαι. Ἀλλὰ φορτικὸν καὶ ἐπαχθὲς καταγγέλλειν τοὺς τὰ τοιαῦτα ἁμαρτάνοντας; Φορτικὸν μὲν οὖν καὶ ἐπαχθὲς σιγᾷν. Καὶ γὰρ ὑμῖν τοῖς ἀποκρύπτουσι, κἀκείνοις τοῖς λανθάνουσιν ἐπάγει τὸν ὄλεθρον αὕτη ἡ σιγὴ, τὸν Θεὸν ὑμῖν ἐκπολεμοῦσα. Πόσῳ δὲ βέλτιον τοῖς συνδούλοις ἀπεχθάνεσθαι ἐπὶ σωτηρίᾳ, ἢ τὸν ∆εσπότην παροξύνειν καθ' ἑαυτῶν, Οὗτος μὲν γὰρ κἂν ἀγανακτήσῃ νῦν, οὐδέν σε βλάψαι δυνήσεται, μᾶλλον δὲ καὶ χάριν εἴσεταί σοι μετὰ ταῦτα τῆς ἰατρείας· ὁ δὲ Θεὸς, ἂν τῷ συνδούλῳ σου τὴν ἐπιβλαβῆ χαριζόμενος χάριν, σιγήσῃς καὶ ἀποκρύψῃς, τὴν ἐσχάτην ἀπαιτήσει σε δίκην. Ὥστε σιγῶν μὲν, καὶ τὸν Θεὸν ἐκπολεμώσεις σεαυτῷ, καὶ τὸν ἀδελφὸν βλάψεις· καταγγέλλων δὲ καὶ φανερὸν ποιῶν, κἀκεῖνον ἕξεις ἵλεων, καὶ τοῦτον κερδανεῖς, καὶ φίλον κτήσῃ μανικὸν, τῇ πείρᾳ τὴν εὐεργεσίαν μαθόντα. Μὴ τοίνυν νομίζετε χαρίζεσθαι τοῖς ὑμετέροις ἀδελφοῖς, εἴ τι τῶν ἀτόπων ὁρῶντες μετιόντας, μὴ μετὰ πάσης ἐλέγχοιτε τῆς σφοδρότητος. Ἱμάτιον ἐὰν ἀπολέσῃς, μὴ τὸν κεκλοφότα μόνον, οὐχὶ καὶ τὸν συνειδότα τῷ κλέπτῃ καὶ μὴ καταγγέλλοντα, ὁμοίως νομίζεις ἐχθρόν; Ἡ μήτηρ ἡμῶν ἡ κοινὴ οὐχ ἱμάτιον, ἀλλ' ἀδελφὸν ἀπώλεσεν· ἔκλεψεν αὐτὸν ὁ διάβολος, καὶ κατέχει νῦν ἐν τῷ ἰουδαϊσμῷ· οἶδας τὸν κεκλοφότα, οἶδας τὸν κλαπέντα· ὁρᾷς ἐμὲ, καθάπερ λύχνον, ἅπτοντα τῆς διδασκαλίας τὸν λόγον, καὶ πανταχοῦ ζητοῦντα καὶ κοπτόμενον· καὶ σὺ ἕστηκας σιγῶν, καὶ οὐ καταγγέλλεις; καὶ ποίαν ἕξεις συγγνώμην; πῶς δὲ οὐκ ἐν τοῖς ἐσχάτοις σε τῶν ἐχθρῶν ἡ Ἐκκλησία λογιεῖται, καὶ πολέμιον ἡγήσεται καὶ λυμεῶνα; Ἀλλὰ μὴ γένοιτο μηδένα τῶν ταύτης ἀκουόντων τῆς συμβουλῆς, τοιαύτην ἁμαρτίαν ποτὲ ἁμαρτεῖν, ὥστε προδοῦναι ἀδελφὸν, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν. Ὁ Χριστὸς τὸ αἷμα ἐξέχεεν δι' αὐτόν· σὺ δὲ οὐδὲ λόγον προέσθαι δι' αὐτὸν ὑπομένεις; Μὴ, παρακαλῶ, ἀλλ' εὐθέως ἐντεῦθεν ἀναχωρήσαντες, ἐπὶ τὴν θήραν ταύτην ἐπείχθητε, καὶ ἕκαστος ὑμῶν ἕνα μοι κομισάτω τῶν τὰ τοιαῦτα νοσούντων· μᾶλλον δὲ μὴ γένοιτο τοσούτους εἶναι τοὺς νοσοῦντας· δύο καὶ τρεῖς ἐξ ὑμῶν, ἢ καὶ δέκα καὶ εἴκοσι, ἕνα μοι κομισάτωσαν, ἵνα κατὰ τὴν ἡμέραν ἐκείνην ἰδὼν τὴν ἄγραν εἴσω τῶν δικτύων γενομένην, δαψιλεστέραν ὑμῖν παραθῶ τὴν τράπεζαν. Ἂν γὰρ ἴδω τὴν σήμερον συμβουλὴν εἰς ἔργον ἐκβεβηκυῖαν, μετὰ πλείονος ἅψομαι τῆς προθυμίας τῆς πρὸς ἐκείνους ἰατρείας, καὶ πλέον ἔσται τὸ κέρδος καὶ ὑμῖν κἀκείνοις. Μὴ τοίνυν ὀλιγωρήσητε, ἀλλὰ καὶ γυναῖκες γυναῖκας, καὶ ἄνδρες ἄνδρας, καὶ δοῦλοι δούλους, καὶ ἐλεύθεροι ἐλευθέρους, καὶ παῖδες παῖδας, καὶ πάντες ἁπλῶς μετὰ ἀκριβείας ἁπάσης τοὺς τὰ τοιαῦτα νοσοῦντας θηρεύσαντες, οὕτως εἰς τὴν ἐπιοῦσαν ἀπαντήσατε σύναξιν, ἵνα καὶ τοῦ παρ' ἡμῶν ἐπαίνου τύχητε, καὶ πρὸ τῶν ἡμετέρων ἐγκωμίων τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐπισπάσησθε τὸν πολὺν καὶ ἄφατον, καὶ τοὺς πόνους τῶν κατορθούντων ὑπερβαίνοντα πολλῶ τῷ μέτρῳ· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
48.857 Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ
πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲπρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης. Λόγος δεύτερος.
αʹ. Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ
θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾖ, πάντων ἐστὶν ἐναγέστερον. Ἡ