1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

11

ἔγνωσαν, καίτοι λαβόντες τεκμήρια. Ὁ δὲ Χριστὸς ὥσπερ εἶπεν, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, ἀγρυπνεῖν αὐτοὺς βουλόμενος, καὶ οὐκ ἐδήλωσε φανερῶς· οὕτω καὶ νῦν ποιεῖ. Ἄλλως δὲ, καὶ ἐκεῖνοι ἐνταῦθα οὐ περὶ συντελείας, ἀλλὰ περὶ βασιλείας ἐρωτῶσι· διὸ καὶ, Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ἔλεγον. Ὁ δὲ οὐδὲ τοῦτο αὐτοῖς ἐξεκάλυψε. Περὶ δὲ τοῦ τέλους καὶ πρὸ τούτου τοῦτο ἠρώτων· ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφο 60.27 δρότερον, ἀπάγων αὐτοὺς τοῦ νομίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους· οὕτω καὶ ἐνταῦθα, ἀλλ' ἡμερώτερον. Ἵνα γὰρ μὴ δοκῶσιν ὑβρίσθαι μηδὲ προφάσεις εἶναι ταῦτα, ἄκουσον καὶ πῶς εὐθέως αὐτοῖς δώσειν ἐπαγγέλλεται ἐφ' ᾧ ἐχάρησαν. Ἐπήγαγε γοῦν· Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Εἶτα, ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη. Καθάπερ οὖν ἐκεῖ τῷ φόβῳ αὐτοὺς ἐσκότωσε, καὶ τῷ εἰπεῖν, οὐκ οἶδα· οὕτω καὶ ἐνταῦθα, τὸ Ἀνελήφθη εἰπών. Καὶ γὰρ πολλὴν τοῦ πράγματος εἶχον τὴν ἐπιθυμίαν, καὶ οὐκ ἂν ἀπέστησαν, καὶ σφόδρα ἀναγκαῖον ἦν αὐτοὺς μὴ μαθεῖν. Εἰπὲ γάρ μοι· τί μᾶλλον ἀπιστοῦσιν Ἕλληνες; ὅτι συντέλεια ἔσται, ἢ ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ἐκ Παρθένου προῆλθε μήτρας, καὶ μετὰ σαρκὸς ὤφθη ἀνθρώποις; ἆρ' οὐχὶ τοῦτο; Πάντως καὶ σὺ ἐρεῖς. Ἀλλὰ γὰρ αἰσχύνομαι συνεχῶς ὑπὲρ τούτου λέγων, ὡς περὶ πράγματός τινος ἀδιαφόρου. Εἶτα πάλιν ἵνα μὴ εἴπωσι, ∆ιατί ἐπαίρεις τὸ πρᾶγμα; Οὓς ὁ Πατὴρ, φησὶν, ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ μὴν μία Πατρὸς καὶ αὐτοῦ ἐξουσία, ὡς ὅταν λέγῃ· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ ἔνθα ἐργάσασθαι δεῖ, μετὰ τῆς αὐτῆς αὐτῷ πράττει ἐξουσίας· ἔνθα εἰδέναι χρὴ, οὐχὶ μετὰ τῆς αὐτῆς οἶδεν ἐξουσίας; Καὶ μὴν τοῦ μαθεῖν τὴν ἡμέραν πολλῷ μεῖζον τὸ νεκροὺς ἐγείρειν. Εἰ τὸ μεῖζον μετ' ἐξουσίας ποιεῖ, οὐ πολλῷ μᾶλλον τὸ ἕτερον; βʹ. Ἀλλ' ἵνα μάθητε, ἐπὶ ὑποδείγματος ποιήσω τοῦτο φανερόν. Ὥσπερ ὅταν ἴδωμεν παιδίον ἀποκλαιόμενον, καὶ συνεχῶς βουλόμενόν τι λαβεῖν παρ' ἡμῶν οὐκ ἀναγκαῖον αὐτῷ, μᾶλλον ἀποκρύψαντες, γυμνὰς δείκνυμεν τὰς χεῖρας, λέγοντες, Ἰδοὺ οὐκ ἔχομεν· οὕτω καὶ αὐτὸς τοῖς ἀποστόλοις πεποίηκεν. Ἀλλ' ὥσπερ τὸ παιδίον ἐκεῖνο, καὶ μὴ δεικνύντων ἡμῶν ἐπίκειται κλαῖον, εἰδὸς ὅτι ἐξηπάτηται· εἶτα ἀφέντες ἄπιμεν λέγοντες· Καλεῖ με ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ διδόαμεν, βουλόμενοι αὐτὸ ἀπαγαγεῖν τῆς προαιρέσεως, καὶ θαυμάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶ δόντες ἀποπηδῶμεν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐζήτουν ἐκεῖνοι λαβεῖν· ἔφη οὗτος μὴ ἔχειν. Ὅμως καὶ πρῶτον ἐφόβησεν· ἐπεὶ δὲ πάλιν ἐζήτουν, ἔφη πάλιν μὴ ἔχειν. Πλὴν οὐ φοβεῖ νῦν, ἀλλὰ μετὰ τὸ δεῖξαι τοῦτο ὃ πεποίηκε, λέγει καὶ εὐπρόσωπον ἀφορμήν· ὅτι Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί οὖν; σὺ οὐκ οἶδας τὰ τοῦ Πατρός; ἀλλ' αὐτὸν μὲν γινώσκεις, τὰ δὲ αὐτοῦ οὐκέτι; Αὐτὸς εἶπας· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ, Τὸ μὲν Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· σὺ δὲ οὐδὲ τοῦτο οἶδας; Ἄπαγε. Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν, τοῦτο εἴρηκεν· ἀλλ' ἀγνοεῖν προσποιεῖται, τῆς ἀκαίρου 60.28 ζητήσεως ἀπάγων αὐτούς. Ἐφοβήθησαν οὖν ἐρωτῆσαι πάλιν, ἵνα μὴ ἀκούσωσι· Καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Πολλῷ γὰρ μᾶλλον αὐτὸν ἐφοβοῦντο νῦν, ἢ τὸ πρότερον. Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο (διδασκάλου γὰρ τοῦτό ἐστι, μὴ ἃ βούλεται ὁ μαθητὴς, ἀλλ' ἃ συμφέρει μαθεῖν, διδάσκειν)· οὕτω καὶ νῦν, ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν. Ὥστε δὲ παῤῥησιάζεσθαι, ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψεν. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοὺς μικρὸν ὕστερον λοιπὸν καταλιμπάνειν, ταῦτα διαλεγόμενος οὐδὲν λέγει λυπηρὸν ἁπλῶς· ἀλλὰ τί; Μετ' ἐγκωμίου τὰ λυπηρά φησι, μονονουχὶ λέγων, Μὴ φοβηθῆτε· Λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν