12
τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· νῦν δὲ βούλεται ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ κηρύσσειν αὐτούς· καὶ ἃ τότε οὐκ εἶπεν, ἐνταῦθα προσέθηκε, Καὶ ἕως ἐσχάτου τῆς γῆς, λέγων. Καὶ τὸ πάντων φοβερώτερον εἰπὼν, ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσι, Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Ὁρᾷς ὅτι αὐτοὶ ἐκήρυξαν, καὶ ἐπλήρωσαν τὸ Εὐαγγέλιον; Ὄντως μέγα αὐτοῖς ἐχαρίσατο. Ὅπου δεδοίκατε. φησὶν, ἐν Ἱεροσολύμοις, ἐκεῖ κηρύξατε πρῶτον, καὶ ὕστερον ἕως ἐσχάτου τῆς γῆς. Εἶτα πάλιν τῶν λεχθέντων ἡ πίστις· Βλεπόντων αὐτῶν ἐπήρθη, φησί. Βλεπόντων μὲν γὰρ οὐκ ἀνέστη· Βλεπόντων δὲ ἐπήρθη· ἐπειδὴ οὐδὲ ἐνταῦθα ἡ ὄψις τὸ πᾶν ἴσχυσε. Καὶ γὰρ τῆς ἀναστάσεως τὸ μὲν τέλος εἶδον, τὴν δὲ ἀρχὴν οὐκέτι· καὶ τῆς ἀναλήψεως τὴν μὲν ἀρχὴν εἶδον, τὸ δὲ τέλος οὐκέτι. Παρεῖλκε γὰρ ἐκεῖνο τὸ τὴν ἀρχὴν ἰδεῖν, αὐτοῦ τοῦ ταῦτα φθεγγομένου παρόντος, καὶ τοῦ μνήματος δηλοῦντος, ὅτι οὐκ ἔστιν ἐκεῖ· ἀλλὰ τὸ μετὰ τοῦτο λόγῳ ἔδει μαθεῖν. Ἐπειδὴ γὰρ οὐκ ἀρκοῦσιν οἱ ὀφθαλμοὶ δεῖξαι τὸ ὕψος, οὐδὲ παιδεῦσαι πότερον εἰς τὸν οὐρανὸν ἀνῆλθεν, ἢ ὡς εἰς τὸν οὐρανὸν, ὅρα τί γίνεται. Ὅτι μὲν αὐτός ἐστιν ὁ Ἰησοῦς, ᾔδεσαν ἐξ ὧν διελέγετο πρὸς αὐτοὺς (πόῤῥωθεν γὰρ οὐκ ἐνῆν ἰδόντας γνῶναι)· ὅτι δὲ εἰς τὸν οὐρανὸν ἀναλαμβάνεται, αὐτοὶ λοιπὸν ἐδίδασκον οἱ ἄγγελοι. Ὅρα, πῶς οὐ πάντα Πνεύματι, ἀλλὰ καὶ ὄψει γενέσθαι οἰκονομεῖται. ∆ιατί δὲ νεφέλη ὑπέλαβεν αὐτόν; Καὶ τοῦτο τεκμήριον, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν. Οὐ πῦρ, ὡς ἐπὶ Ἠλίου, οὐδὲ ἅρμα πύρινον· ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον ἦν, καθὼς ὁ προφήτης φησίν· Ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ, εἰ καὶ περὶ τοῦ Πατρὸς εἴρηται τοῦτο. ∆ιὰ τοῦτο λέγει, ὅτι Ἐπὶ νεφέλης, δεικνὺς, ὅτι ἐν τῷ συμβόλῳ αὐτῷ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν, τί φησιν ἄλλος προφήτης· Ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης. 60.29 γʹ. Περὶ ἀναγκαίου γὰρ τῆς ἐρωτήσεως οὔσης, καὶ προσεχόντων αὐτῶν σφόδρα τοῖς λεγομένοις, καὶ διεγηγερμένων καὶ οὐ νυσταζόντων, τοῦτο γέγονε. Καὶ ἐν τῷ ὄρει δὲ νεφέλη δι' αὐτὸν, ὅτε Μωϋσῆς εἰσῆλθεν εἰς τὸν γνόφον· ἀλλ' οὐ δι' ἐκεῖνον ἦν ἡ νεφέλη. Καὶ οὐκ εἶπεν, ὅτι Πορεύομαι, μόνον, ἵνα μὴ πάλιν ἀλγήσωσιν· ἀλλ' εἶπε καὶ, ὅτι Τὸ Πνεῦμα πέμπω. Ἄρα ὅτι εἰς τὸν οὐρανὸν ἀπῄει, διὰ τῶν ὀφθαλμῶν ἐμάνθανον. Βαβαὶ οἵου θεάματος κατηξιώθησαν! Καὶ ὡς ἀτενίζοντες ἦσαν, φησὶν, εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν· δεικτικῶς ἐχρήσαντο τῇ λέξει, Οὗτος, εἰπόντες, ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Πάλιν τὸ σχῆμα φαιδρόν. Ἄγγελοι γὰρ ἀθρόον τινὲς εἰς τύπον ἀνθρώπων σχηματισθέντες ἐπέστησαν, καί φασιν· Ἄνδρες Γαλιλαῖοι. Ἀξιόπιστοι λοιπὸν ἐδόκουν ἐκείνοις ἐκ τοῦ εἰπεῖν, Ἄνδρες Γαλιλαῖοι. Τί γὰρ ἔδει τοὺς εἰδότας τὴν πατρίδα μαθεῖν, εἰ μὴ τοῦτο ἦν; Καὶ τῷ σχήματι δὲ ἐπέστρεψαν, καὶ ἐδήλουν, ὅτι ἀπὸ τοῦ οὐρανοῦ εἰσι. ∆ιατί μὴ ταῦτα αὐτὸς αὐτοῖς λέγει, ἀλλ' οἱ ἄγγελοι; ∆ιελέχθη αὐτοῖς προλαβὼν αὐτὸς πάντα, ὥστε ἀναμιμνήσκοντος ἦν αὐτοὺς διὰ τῶν ἀγγέλων ἅπερ ἤκουσαν. Καὶ οὐκ εἶπον, Ὃν ἐθεάσασθε ἀναληφθέντα, ἀλλὰ, Πορευόμενον εἰς τὸν οὐρανὸν, δηλῶν ὅτι ἀνάβασίς ἐστιν ἡ ἀνάληψις· σαρκὸς δὲ τὸ ἀναληφθῆναί ἐστι. ∆ιὰ τοῦτό φασιν· Ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται· οὐ Πεμφθήσεται, ἀλλ' Ἐλεύσεται. Ποῦ οὖν τὸ ἔλαττον; Νεφέλη ὑπέλαβεν αὐτόν. Καλῶς. Αὐτὸς γὰρ ἐπέβη τῆς νεφέλης· διότι Ὁ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς. Σὺ δέ μοι ὅρα, πῶς τὰ μὲν κατὰ τὴν ἐκείνων διάνοιαν φθέγγονται, τὰ δὲ ἀξίως τοῦ Θεοῦ. Ἐπήρθη λοιπὸν ἡ διάνοια τῶν ὁρώντων· ἐχαρίσατο αὐτοῖς τῆς δευτέρας παρουσίας οὐ μικρὸν γνώρισμα. Τὸ γὰρ, Οὕτως