1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

13

ἰατρικῆς, τίς οὕτω τολμηρὸς καὶ ἀπαίδευτος ὥστε σοι περὶ τούτων νομοθετεῖν; 33.6 Τοὺς μὲν οὖν πολλοὺς ἔα χαίρειν καὶ εἶναι κολοιοὺς πτῆσιν ἀετῶν δοκιμάζοντας· αὐτὸς δὲ σεαυτῷ χρῶ συμβούλῳ καὶ τῷ Θεῷ περί τε τοῦ πάθους καὶ τῶν ὅσα περὶ τὸ πάθος, καὶ οὐχ ἁμαρτήσεις τοῦ δέοντος. 34.Τ ΤΩΙ ΑΥΤΩΙ 34.1 Μέμνημαι τῆς σῆς συνουσίας, ἣν ἀλλήλοις συνεγενόμεθα πρώην ἐν Ματάζῃ τῇ ἐμῇ (ἐμὰ γὰρ καλῶ καὶ ὑπολαμβάνω τὰ σά), καὶ τῆς φιλοσοφίας ἣν τηνικαῦτα ἐφιλοσόφησας, ἧς φρίττω καὶ νῦν μεμνημένος ἔτι. 34.2 Ἐγὼ μὲν ἐξηγούμην σοι τὸν οβʹ ψαλμὸν (σὺ γὰρ ἐκέλευες καὶ ἀντιλέγειν οὐκ ἦν), ἐν ᾧ ∆αυῒδ ἰλιγγιᾷ καὶ ἀσχάλλει πρὸς τοὺς κακοὺς εὐθηνοῦντας· εἶτα πέμπων τοὺς λογισμοὺς εἰς τὰ ἐκεῖσε δικαιωτήρια καὶ τὴν ἀποκειμένην τοῖς βίοις ἀντίδοσιν, οὕτω τῆς ταραχῆς ἵσταται καὶ τὸ λυποῦν θεραπεύεται. 34.3 Καί, ὡς οἷόν τ' ἦν, εἷλκον τὴν ἐξήγησιν πρὸς τὸ πάθος, ἐκ τῶν ἡμετέρων, ἐκ τῶν ἔξωθεν ταῦτα φιλοσοφῶν, ὡς ἀνδρὶ πεπαιδευμένῳ καὶ τοσούτῳ διαλεγόμενος, καὶ ἅμα τοῦ Πνεύματος οὕτω φέροντος καὶ τοῦ ἀλγεῖν παραθήγοντος, οὐδὲν γὰρ τοῦ πάσχειν εὑρετικώτερον. 34.4 Ἔτρεχέ πως ὁ λόγος. Σὺ δὲ μεταξὺ τοῦ λόγου διαναστάς, ὥσπερ ἐξ ὕσπληγος, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνας, πρός τε ἀνατολὰς οἷον βλέπων (οὐ γὰρ τὸ βλέπειν εἶχες)· «Εὐχαριστῶ σοι, Πάτερ, ἐβόας, ὦ ποιητὰ τῶν σῶν ἀνθρώπων καὶ παιδευτά, ὅτι καὶ ἄκοντας ἡμᾶς εὖ ποιεῖς καὶ τῷ ἐκτὸς καθαίρεις τὸν ἐντὸς ἄνθρωπον καὶ διὰ τῶν ἐναντίων διεξάγεις ἡμᾶς πρὸς τὸ μακάριον τέλος, οἷς αὐτὸς ἐπίστασαι λόγοις.» 34.5 Καὶ τί ἂν λέγοιμι πάντα, οἷς προεφιλοσόφεις ἡμῶν καὶ συνεφιλοσόφεις, ὥσπερ τῇ νόσῳ χαίρων; καὶ εἶχες μαθητὴν τὸν διδάσκαλον. 34.6 Ἀλλὰ πρὸς τί τούτων ἐμνήσθην; ἐκεῖνο διὰ σοῦ πᾶσι βοῶν καὶ κηρύσσων, ὅτι θρηνητέοι μᾶλλον ἡμῖν οἱ κακοὶ τῆς ἔνδον νόσου ἤπερ ἐκείνοις ἡμεῖς τῆς ἐκτός, ἂν οὕτως ἔχωμεν, καὶ ὅτι κρείττων εὐημερίας ἀχαλινώτου νόσος φιλόσοφος. 35.Τ ΤΩΙ ΑΥΤΩΙ 35.1 Πρότερον μὲν αὐτὸς ἔγραφόν σοι τοὺς παρακλητικοὺς εἰς τὸ πάθος· προενεπεπτώκεις γάρ. Νῦν δέ μοι δοκεῖς αὐτὸς ἂν ἡμᾶς παρακαλέσαι, μικροῦ τὰ ἴσα κακοπαθοῦν τας. 35.2 Ἔδει γὰρ ἡμᾶς φίλους ὄντας μηδὲ ταῦτα χωρίζεσθαι· μᾶλλον δ' ἤδη παρακέκληκας, οἷς καρτερεῖς τὸ καρτερεῖν εἰσηγούμενος. 36.Τ ΤΩΙ ΑΥΤΩΙ 36.1 Ἀλγῶ τῇ νόσῳ καὶ χαίρω· οὐχ ὅτι ἀλγῶ, ἀλλ' ὅτι τοῦ καρτερεῖν τοῖς ἄλλοις εἰμὶ διδάσκαλος. 36.2 Ἐπειδὴ γὰρ τὸ μὴ πάσχειν οὐκ ἔχω, τοῦτό γε τῷ πάσχειν παρα κερδαίνω, τὸ φέρειν καὶ τὸ εὐχαριστεῖν ὥσπερ ἐν τοῖς εὐθύμοις, οὕτω δὴ κἀν τοῖς ἀλγεινοῖς, ἐπειδὴ πείθομαι μηδὲν ἄλογον εἶναι παρὰ τῷ λόγῳ τῶν ἡμετέρων, κἂν ἡμῖν οὕτω φαίνηται. 37.Τ ΣΩΦΡΟΝΙΩΙ 37.1 Μητέρα τιμᾶν, τῶν ὁσίων. Μήτηρ δὲ ἄλλη μὲν ἄλλου· κοινὴ δὲ πάντων, πατρίς. Ταύτην ἐτίμησας μὲν πάσῃ σου τῇ τοῦ βίου λαμπρότητι· τιμήσεις δὲ καὶ νῦν αἰδεσθεὶς ἡμᾶς ὑπὲρ ὧν πρεσβεύομεν. 37.2 Ἡ πρεσβεία δὲ τίς; Τὸν λογιώτατον τῶν καθ' ἑαυτόν, Εὐδόξιον τὸν ῥήτορα πάντως γινώσκεις. Τούτου παῖς, ἵν' εἴπω συντό μως, ἄλλος Εὐδόξιος καὶ βίῳ καὶ λόγῳ νῦν σοι πρόσεισι δι' ἡμῶν. 37.3 Ἵν' οὖν ὀνομαστότερον σεαυτὸν καταστήσῃς, γενοῦ τῷ ἀνδρὶ δεξιὸς ἐν οἷς ἂν δέηται τῆς σῆς προστα σίας. 37.4 Αἰσχρὸν γάρ, κοινὸν ὄντα σε τῆς πατρίδος προστάτην καὶ πολλοὺς εὖ πεποιηκότα, προσθήσω δ' ὅτι καὶ ποιήσοντα, μὴ πρὸ πάντων τιμῆσαι τὸν ἄριστον ἐν λόγοις, οὕς, εἰ μή τι ἄλλο, κατὰ τοῦτο αἰδεῖσθαι δίκαιον, ὅτι τῶν σῶν καλῶν εἰσιν ἐπαινέται. 38.Τ ΘΕΜΙΣΤΙΩΙ 38.1 Σπαρτιάτας ἡ λόγχη γνωρίζει, ὦμος τοὺς Πελοπίδας, λόγοι τὸν μέγαν Θεμίστιον. Κἂν γὰρ ἐν πᾶσι πάντων κρατῇς, τοῦτο τῶν σῶν οἶδα τὸ ἐπισημότατον. 38.2 Τοῦτο καὶ ἀπ' ἀρχῆς ἡμᾶς συνῆψεν ἀλλήλοις, -εἰ δή τι τὸ καθ' ἡμᾶς ἐν λόγοις, -καὶ θαρρεῖν νῦν ἀνέπεισεν. 38.3 Εἰ δὲ μάθοις τὸν ἄνδρα ὑπὲρ οὗ πρεσβεύομεν, τάχα καὶ ἀποδέξῃ τοῦ θάρσους ἡμᾶς· Εὐδοξίου τοῦ πάνυ παῖδά σοι τοῦτον προσάγω, τὸν ἀξιολογώτατον υἱὸν ἡμῶν Εὐδόξιον βίῳ μὲν καὶ λόγῳ οἷον αὐτὸς εὑρήσεις 20τὸν λίθον ποτὶ τὰν σπάρταν ἄγων20, ὡς ἡ παροιμία (τίς δέ σου