13
ἐλεύσεται, τοῦτο δηλοῦντός ἐστι· μετὰ τοῦ σώματος, φησὶν, ὃ ἐπόθουν ἀκοῦσαι· καὶ ὅτι πάλιν εἰς κρίσιν ἥξει οὕτως ἐπὶ νεφέλης. Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρεστήκεισαν. ∆ιατί εἶπεν, Ἄνδρες; Ἀκριβῶς γὰρ ἑαυτοὺς ἀπετύπωσαν εἰς ἄνδρας ὡς μὴ πτοηθῆναι. Οἳ καὶ εἶπον· Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; Ἅμα κολακευόντων ἦν τὰ ῥήματα, καὶ οὐκ ἐώντων αὐτοὺς προσδοκᾷν αὐτὸν πάλιν εὐθέως. Οὗτοι τὸ μὲν μεῖζον λέγουσι, τὸ δὲ ἔλαττον οὐκέτι. Ὅτι μὲν γὰρ οὕτως ἐλεύσεται, καὶ ὡς ἐξ οὐρανοῦ αὐτὸν χρὴ προσδέξασθαι, φασί· τὸ δὲ πότε, σιγῶσι. Λοιπὸν ἀπὸ τῆς θέας ἐκείνης ἐπέστρεψαν αὐτοὺς πρὸς τὸν αὐτῶν λόγον· ἵνα μὴ διὰ τὸ μὴ δύνασθαι θεωρεῖν, νομίσωσιν αὐτὸν μὴ ἀνεληλυθέναι, ἀλλ' ἐν ᾧ διαλέγονται φθάσειν. Εἰ γὰρ πρὸ τούτου ἔλεγον, Ποῦ ὑπάγεις; πολλῷ μᾶλλον καὶ νῦν ἂν εἶπον· Εἰ ἐν τῷ χρόνῳ τούτῳ, φησὶν, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Οὕτως ᾔδεσαν αὐτοῦ τὸ ἥμερον, ὅτι καὶ μετὰ τὸ παθεῖν ἐρωτῶσιν αὐτὸν, Εἰ ἀποκαθιστάνεις; Καὶ μὴν ἔμπροσθεν εἶπεν αὐτοῖς, ὅτι Μελλήσετε ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων· ἀλλ' οὔπω τὸ τέλος, οὐδὲ τὰ Ἱεροσόλυμα ἁλώσεται. Νῦν δὲ περὶ 60.30 βασιλείας ἐρωτῶσιν, οὐ περὶ συντελείας. Ἄλλως δὲ, οὐδὲ μακρὸν λοιπὸν πρὸς αὐτοὺς ἀποτείνει λόγον μετὰ τὴν ἀνάστασιν. Ὡς δὴ οὖν καὶ αὐτοὶ εὐδοκιμήσοντες, εἰ τοῦτο γένοιτο, ἐρωτῶσιν. Αὐτὸς δὲ ὅτι οὐκ ἀποκαθιστάνει, οὐκ ἐδήλωσε. Τί γὰρ ἦν τοῦτο ἀναγκαῖον αὐτοὺς μαθεῖν; ∆ιά τοι τοῦτο καὶ δεδοικότες οὐκ ἔτι εἶπον· Τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; ἀλλ', Εἰ τὴν βασιλείαν τῷ Ἰσραὴλ ἀποκαθιστάνεις; Ἐνόμιζον γὰρ αὐτὴν ἤδη παρεῖναι. Αὐτὸς δὲ καὶ ἐν παραβολαῖς ἔδειξεν, ὅτι οὐκ ἐγγύς· καὶ ἔνθα ἠρώτησαν, οὐ πρὸς αὐτὸ ἀπεκρίνατο, ἀλλὰ, Λήψεσθε, φησὶ, δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ὅρα, Ἐπελθόντος, οὐ, Πεμφθέντος, εἶπεν, ἵνα τὸ ἰσότιμον δείξῃ. Πῶς οὖν, ὦ πνευματομάχε, κτίσμα τολμᾷς εἰπεῖν; Καὶ ἔσεσθέ μοι μάρτυρες. Ἠνίξατο τὴν ἀνάληψιν· μᾶλλον δὲ ἃ ἤδη προήκουσαν, καὶ νῦν αὐτοὺς πάλιν ἀνέμνησεν. Ἤδη ἐδείχθη, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθε. Νεφέλη καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ, φησί· τοῦτο γὰρ δηλοῖ τὸ, Νεφέλη ὑπέλαβεν αὐτόν· τὸν τοῦ οὐρανοῦ φησι ∆εσπότην. Καθάπερ γὰρ βασιλέα δείκνυσιν ὄχημα βασιλικὸν, οὕτω καὶ ἐπ' αὐτὸν ἐπέμφθη τὸ ὄχημα τὸ βασιλικὸν, ἵνα μηδὲν φθέγξωνται λυπηρὸν, μηδὲ τὸ αὐτὸ πάθωσιν, ὅπερ ὁ Ἐλισσαῖος, τοῦ διδασκάλου ἀναληφθέντος, διαῤῥήξας τὸν χιτωνίσκον. Καὶ τί φασιν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται· καὶ, Ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς. Εἰκότως. Ἐπὶ στόματος γὰρ δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ ταῦτα αὐτὰ φθέγγονται. Καὶ Ἐν ἐσθῆτι, φησὶ, λευκῇ. Ὥσπερ ἤδη ἄγγελονεἶδον ἐπὶ τοῦ μνήματος ἐν ἐσθήσεσιν ἀναστραπτούσαις, καὶ προεῖπεν αὐτῶν καὶ τὴν διάνοιαν· οὕτω καὶ τῆς ἀναλήψεως αὐτοῦ κήρυξ ἄγγελος γίνεται· εἰ καὶ οἱ προφῆται πολλαχοῦ προεῖπον, ὥσπερ καὶ περὶ τῆς ἀναστάσεως. δʹ. Πανταχοῦ ἄγγελοι γίνονται κήρυκες, ὡς ἐπὶ τῆς γεννήσεως, ὡς πρὸς τὴν Μαρίαν πάλιν, ὡς ἐπὶ τῆς ἀναστάσεως· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναλήψεως· μᾶλλον δὲ καὶ ἐπὶ τῆς δευτέρας παρουσίας ἄγγελοι φανοῦνται προτρέχοντες. Εἰπόντες δὲ, Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, ἵνα μὴ αὐτοὺς ἐξαπορήσωσιν, ἐπήγαγον· Οὕτως ἐλεύσεται. Ἀνέπνευσαν μικρὸν ἀκούσαντες, ὅτι πάλιν ἐλεύσεται, καὶ ὅτι οὕτω, καὶ οὐκ ἔσται ἀπρόσιτος. Καὶ τὸ Ἀφ' ὑμῶν δὲ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τῆς ἀγάπης ἐστὶ παραστατικὸν τῆς εἰς αὐτοὺς, καὶ τῆς ἐκλογῆς, καὶ ὅτι οὐκ ἀφήσει, οὓς ἐξελέξατο. Τῆς μὲν οὖν ἀναστάσεως αὐτὸς γέγονε μάρτυς (πάντων γὰρ τοῦτο θαυμασιώτερον ἦν μετὰ τὸν τόκον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τόκου, τὸ ἑαυτὸν ἀναστῆσαι. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγὼ ἐγερῶ αὐτόν)· τῆς δὲ μελλούσης παρουσίας, οἱ ἄγγελοι, Οὕτως ἐλεύσεται, λέγοντες. Εἴ τις τοίνυν ἐπιθυμεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις ἀλγεῖ, ὅτι οὐκ εἶδεν αὐτὸν, τοῦτο ἀκούσας, βίον θαυμαστὸν ἐπιδεικνύσθω, καὶ πάντως ὄψεται, καὶ οὐκ ἀποτεύξεται. Μετὰ γὰρ