1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

14

ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἔξω ὄντας, ἀποπέμπεσθαι· ὥστε ἀζήμιον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι. ∆οκιμάζειν δὲ χρὴ καὶ εἴ τις, ἐν ἁμαρτήμασι προληφθεὶς, ἀνεπαισχύντως ἐξαγο ρεύει τὰ κρυπτὰ τῆς αἰσχύνης, καὶ κατήγορος ἑαυ τοῦ γίνεται· ὁμοῦ τε καταισχύνων καὶ ἀπο ποιούμενος τοὺς τῶν πονηρῶν ἔργων ἑαυτοῦ συνερ γοὺς, κατὰ τὸν εἰπόντα· Ἀπόστητε ἀπ' ἐμοῦ, πάν τες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· καὶ ἀσφάλειαν ἑαυτῷ εἰς τὸν ἑξῆς βίον κτώμενος, πρὸς τὸ μηκέτι τοῖς ὁμοίοις πάθεσι περιπεσεῖν. Κοινὸς δὲ ἐπὶ πάν των δοκιμασίας τρόπος, εἰ πρὸς πᾶσαν ταπεινοφρο σύνην ἀνεπαισχύντως διάκεινται, ὡς καὶ τὰς εὐτελεστάτας δέχεσθαι τέχνας, ἐὰν τὴν ἐκείνων ἐρ γασίαν χρήσιμον εἶναι ὁ λόγος ἐγκρίνῃ. Καὶ ἐπει δὰν διὰ πάσης ἐξετάσεως ἕκαστος παρὰ τῶν ἐπιστημόνως ἐρευνᾷν. τὰ τοιαῦτα δυναμένων, ὥσπερ τι σκεῦος εὔχρηστον τῷ ∆εσπότῃ, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἕτοιμον ἀποδειχθῇ, συναριθμείσθω τοῖς ἀνατεθεικόσιν ἑαυτοὺς τῷ Κυρίῳ. Μάλιστα δὲ τῷ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ' ὁμοίωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ταπεινο φροσύνην ἐπειγομένῳ, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ 31.948 ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀν επαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν.

ΕΡΩΤΗΣΙΣ ΙΑʹ. Περὶ δούλων. ΑΠΟΚΡΙΣΙΣ. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι

ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέν τας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ' ὁμοίω σιν τοῦ μακαρίου Παύλου, ὃς, τὸν Ὀνήσιμον γεννή σας διὰ τοῦ Εὐαγγελίου, ἀνέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος βασιλείας οὐρα νῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας οὐ μό νον ἀνεῖναι τὴν κατ' αὐτοῦ ἀπειλὴν, μεμνημέ νον τοῦ ἀληθινοῦ Κυρίου εἰπόντος, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν, τῷ γράψαι· Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ' ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθι νοῦ ∆εσπότου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον ποιήσαντά τι, ὃ μὴ ἀρέσκει Θεῷ. Κατ ορθοῦται δὲ ὁ ἀγὼν ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον κατ αρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ παθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ, καθὼς γέγραπται, ἢ ἐν τῷ τοὺς ὑπο δεξαμένους ἀναδέξασθαι ὡς ἀρέσκει Θεῷ τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς.

ΕΡΩΤΗΣΙΣ ΙΒʹ. Ὅπως χρὴ τοὺς ἐν συζυγίᾳ προσδέχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τοὺς

ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσ ερχομένους ἀνακρίνεσθαι δεῖ, εἰ ἐκ συμφώνου τοῦτο ποιοῦσι κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου (Τοῦ γὰρ ἰδίου σώματος, φησὶν, οὐκ ἐξουσιάζει)· καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐ δὲν προτιμότερον. Εἰ δὲ διαστασιάζοι τὸ ἕτερον 31.949 μέρος, καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός· καὶ πληρούσθω τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Εἴ τις ἔρχεται πρὸς μὲ, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τὰ λοιπὰ, οὐ δύναταί μου εἶναι μαθητής. Τῆς γὰρ πρὸς Θεὸν ὑπακοῆς οὐδὲν προτι μότερον. Ἡμεῖς δὲ ἔγνωμεν ἐν πολλοῖς πολλάκις καὶ διὰ συντόνου προσευχῆς καὶ νηστείας ἀνενδότου τὸν σκοπὸν τῆς ἐν ἀγνείᾳ ζωῆς περιγενόμενον, τοῦ Κυ ρίου