14
στάθμη δικαιοτέρα;)· ἡμῖν δ' εἰς τὰ μάλιστα φίλον, οὐχ ἧττον διὰ τὴν ἀρετὴν ἢ τὴν πατρικὴν φιλίαν. 38.4 Ὡς οὖν ἡμᾶς εὖ ποιήσων ὅ τι ἂν τὸν ἄνδρα εὐεργετήσῃς καὶ λόγους τιμήσων τοὺς σούς, ἀγαγεῖν αὐτὸν εἰς τὰ ἔμπροσθεν θέλησον. ∆εῖται δ' ἀπὸ λόγων γνωρισθῆναι καὶ βίον ἑαυτῷ πορίσασθαι τὸν ἐκ λόγων. Ὅντινα δὲ τοῦτον καὶ πῶς, αὐτὸς παραστήσει, δοκιμάσει δ' ἡ σὴ λογιότης καὶ σύνεσις. 39.Τ ΣΩΦΡΟΝΙΩΙ 39.1 Πάντα τοῖς φίλοις βούλομαι δεξιά. Φίλους δ' ὅταν εἴπω, τοὺς καλοὺς λέγω καὶ ἀγαθοὺς καὶ κατ' ἀρετὴν ἡμῖν συναπτομένους, ἐπειδή τι καὶ αὐτοὶ ταύτης μετα ποιούμεθα. 39.2 Ταῦτά τοι καὶ νῦν ζητήσας τί μέγιστον ἂν χαρισαίμην τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ ἡμῶν Ἀμαζονίῳ (καὶ γὰρ ἥσθην τῷ ἀνδρὶ διαφερόντως ἐκ τῆς ἔναγχός μοι γεγενημένης πρὸς αὐτὸν συνουσίας), ἓν ἀντὶ πάντων αὐτῷ χαρίσασθαι δεῖν ᾠήθην, τὴν σὴν φιλίαν καὶ προσ τασίαν. 39.3 Ὁ μὲν γὰρ πολλὴν ἐν βραχεῖ τὴν παίδευσιν ἐπεδείξατο, τήν τε σπουδασθεῖσαν ἡμῖν ποτε, ὅτε μικρὸν διεβλέπομεν, καὶ τὴν νῦν ἀντ' ἐκείνης σπουδαζομένην, ὅτε πρὸς τὸ τῆς ἀρετῆς ὕψος ἐβλέψαμεν. 39.4 Ἡμεῖς δ' εἰ μέν τι καὶ κατ' ἀρετὴν ἐφάνημεν ὄντες αὐτῷ, αὐτὸς ἂν εἰδείη· τὸ δ' οὖν κάλλιστον ὧν ἔχομεν ἀντεπιδεικνύ μεθα, τῷ φίλῳ τοὺς φίλους· ὧν σε πρῶτον καὶ γνήσιον εἶναι τιθέμενοι, τοιοῦτον αὐτῷ φανῆναι βουλόμεθα, οἷον ἥ τε κοινὴ πατρὶς ἀπαιτεῖ καὶ ὁ ἡμέτερος βούλεται πόθος καὶ λόγος, ἀντὶ πάντων αὐτῷ τὴν σὴν κηδεμονίαν ὑποσ χομένων. 40.Τ ΒΑΣΙΛΕΙΩΙ 40.1 Μὴ θαυμάσῃς, ἐάν τι παράδοξον λέγειν δόξω καὶ μὴ πρότερόν τισιν εἰρημένον. Ἐμοὶ δοκεῖς σὺ δόξαν μὲν ἔχειν ἀνδρὸς βεβηκότος καὶ ἀσφαλοῦς καὶ στερροῦ τὴν διάνοιαν, πολλὰ δὲ βουλεύεσθαι καὶ πράττειν ἁπλούστερον ἢ ἀσφαλέστερον. 40.2 Τὸ γὰρ κακίας ἐλεύθερον, καὶ ὑφορᾶσθαι κακίαν ἀργότερον· οἷόν τι καὶ τὸ νῦν παρόν. Ἐκάλεσας ἡμᾶς ἐπὶ τὴν μητρόπολιν, περὶ ἐπισκόπου βουλῆς προκειμένης· καὶ τὸ πλάσμα, ὡς εὐπρεπές τε καὶ πιθανόν· ἀρρωστεῖν ἔδοξας καὶ ἀναπνεῖν τὰ τελευταῖα καὶ ποθεῖν ἰδεῖν τε ἡμᾶς καὶ τὰ ἐξόδια φθέγξασθαι, -οὐκ οἶδα ἵνα τί γένηται καὶ τί παρόντες τῷ πράγματι συντε λέσωμεν. 40.3 Ἐγὼ δὲ ὥρμησα μέν, τῷ πράγματι περιαλ γήσας· τί γὰρ ἐμοὶ τῆς σῆς ζωῆς ὑψηλότερον ἢ καὶ τῆς ἐκδημίας ἀνιαρότερον; καὶ δακρύων ἀφῆκα πηγὰς καὶ ἀνῴμωξα καὶ ᾐσθόμην ἐμαυτοῦ νῦν πρῶτον ἀφιλοσόφως διακειμένου· καὶ τί γὰρ οὐ τῶν ἐπιταφίων ἐπλήρωσα; 40.4 Ἐπεὶ δ' ᾐσθόμην ἐπισκόπους συντρέχειν ἐπὶ τὴν πόλιν, ἀνεκόπην μὲν τῆς ὁρμῆς, ἐθαύμασα δὲ πρῶτον μὲν εἰ μὴ συνεῖδες τὸ εὔσχημον μηδὲ τὰς τῶν πολλῶν ἐφυλάξω γλώσσας, αἳ τάχιστα τοῖς ἀκεραιοτέροις ἐπηρεά ζουσι· δεύτερον δέ, εἰ μὴ ταὐτά σοί τε καὶ ἡμῖν πρέπειν ὑπολαμβάνεις, οἷς καὶ λόγος καὶ βίος καὶ τὰ πάντα κοινά, οὕτως ἐκ Θεοῦ τὰ πρῶτα συναρμοσθεῖσι· τρίτον (ἔστω γὰρ καὶ τοῦτο εἰπεῖν), εἰ τῶν εὐλαβεστέρων ἐνόμισας εἶναι τὰς τοιαύτας προβολάς, ἀλλὰ μὴ τῶν δυνατωτέρων καὶ τοῖς πλήθεσιν οἰκειοτέρων. 40.5 Ἐγὼ μὲν οὖν διὰ ταῦτα πρύμναν ἐκρουσάμην καὶ ἀναδύομαι. Σοὶ δὲ εἰ δοκεῖ καὶ αὐτῷ, τοῦτο δεδόχθω φυγεῖν τοὺς ἐν μέσῳ θορύβους καὶ τὰς πονηρὰς ὑπονοίας. Τὴν δὲ σὴν εὐλά βειαν τηνικαῦτα ὄψομαι ἡνίκ' ἂν τά τε πράγματα καταστῇ καὶ καιρὸς ᾖ, καὶ ὀνειδίσω γε πλείονα καὶ βαρύτερα.
41.Τ ΤΗΙ ΕΚΚΛΗΣΙΑΙ ΚΑΙΣΑΡΕΩΝ 41.1 Εἰμὶ μὲν ποιμὴν ὀλίγος καὶ μικροῦ
ποιμνίου προεσ τηκὼς καὶ πολλοστὸς ἐν ὑπηρέταις τοῦ Πνεύματος. Ἡ χάρις δ' οὐ στενὴ οὐδὲ τόποις περιγραπτός. 41.2 ∆ιὰ τοῦτο δεδόσθω καὶ τοῖς μικροῖς παρρησία, ἄλλως τε καὶ περὶ κοινῶν καὶ τηλικούτων ὄντος τοῦ λόγου, καὶ μετὰ τοσαύτης βουλευομένοις τῆς πολιᾶς, ἣ τυχὸν ἔχει τι καὶ τῶν πολλῶν συνετώτερον. 41.3 Οὐ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων βουλεύεσθε, ἀλλ' ὧν ἢ εὖ ἢ κακῶς ἐχόντων ἀνάγκη καὶ τὸ κοινὸν ἢ οὕτως ἢ ἐκείνως ἔχειν. Περὶ γὰρ Ἐκκλησίας ὑμῖν ὁ λόγος, ὑπὲρ ἧς Χριστὸς ἔπαθεν, καὶ τοῦ ταύτην Θεῷ παραστήσοντος καὶ προσά ξοντος. 41.4