14
πλείονος ἥξει δόξης· πλὴν οὕτω μετὰ νεφέλης, οὕτω μετὰ σώματος· καὶ πολλῷ θαυμασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα, ἢ ἀπὸ τῆς γῆς ἀναβαίνοντα. Ὅτι μὲν οὖν ἥξει, εἶπον· ἐπὶ τίνι δὲ, οὐκέτι προσέθηκαν. Τοῦτο 60.31 τὴν ἀνάστασιν βεβαιοῖ. Εἰ γὰρ μετὰ σώματος ἀνελήφθη, πολλῷ μᾶλλον μετὰ σώματος ἀνέστη. Ποῦ εἰσιν οἱ διαπιστοῦντες τῇ ἀναστάσει; τίνες εἰσίν; εἰπέ μοι· Ἕλληνες, ἢ Χριστιανοί; ἀγνοῶ γάρ· μᾶλλον δὲ οἶδα ἀκριβῶς. Ἕλληνες γάρ εἰσιν, οἱ καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως διαπιστοῦντες. Τῶν γὰρ αὐτῶν ἐστι μὴ συγχωρεῖν ἐξ οὐκ ὄντων ποιεῖν τι τῷ Θεῷ, καὶ τὰ κείμενα μὴ λέγειν αὐτὸν ἀνιστᾷν. Εἶτα αἰσχυνόμενοι, ὅτι οὐκ ἴσασι τὴν δύναμιν τοῦ Θεοῦ, ἵνα μὴ τοῦτο ἐγκαλῶνται, φασίν· Οὐ διὰ τοῦτο ταῦτα λέγομεν, ἀλλ' ὅτι οὐ χρεία σώματος. Εὔκαιρον ἀληθῶς εἰπεῖν· Ὁ γὰρ μωρὸς μωρὰ λαλήσει. Οὐκ αἰσχύνεσθε ἐξ οὐκ ὄντων οὐδὲν διδόντες ποιεῖν τὸν Θεόν; Εἰ δὲ ἐξ ὄντων ποιεῖ, τί διαφέρει τῶν ἀνθρώπων; Ἀλλὰ πόθεν, φησὶ, τὰ κακά; Μὴ γὰρ, ἐπειδὴ οὐκ οἶδας πόθεν, ἕτερον ὀφείλεις ἐπεισάγειν κακὸν ἐν τῇ γνώσει τῶν κακῶν; ∆ύο γὰρ γίνεται ἄτοπα· ἓν μὲν οὖν, ὅτι τοῦτο λέγειν τολμᾷς· εἰ γὰρ μὴ λέγεις ἐξ οὐκ ὄντων τὰ ὄντα ποιεῖν τὸν Θεὸν, πολλῷ μᾶλλον οὐκ εἴσῃ πόθεν τὰ κακά· ἕτερον δὲ, ὅτι ἀγένητον τὴν κακίαν τοῦτο λέγων εἰσάγεις. Ἐννόησον, ὅσον ἐστὶ χαλεπὸν, βουλόμενον εὑρεῖν τὴν πηγὴν τῶν κακῶν, ταύτην τε ἀγνοῆσαι, καὶ ἑτέραν προσθεῖναι αὐτῇ. Ζήτει πόθεν τὰ κακὰ, καὶ μὴ βλασφήμει τὸν Θεόν. Καὶ πῶς βλασφημῶ, φησί; Τί λέγεις; οὐ βλασφημεῖς, ὅταν ἀγένητον εἰσάγῃς τὸ κακόν; ὅταν ἴσον δύνασθαι τῷ Θεῷ συγχωρῇς; ὅταν ἰσοσθενῆ δύναμιν εἰσάγῃς τῶν κακῶν; ὅταν ἀγένητον; Ὅρα γὰρ, τί φησιν ὁ Παῦλος· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁ μέντοι διάβολος ἀμφότερα ἔφησεν εἶναι τῆς ὕλης, ἵνα μηδαμόθεν λοιπὸν τὸν Θεὸν ἐπιγνῶμεν. Τί γὰρ δυσκολώτερον; εἰπέ μοι· τὸ φύσει κακὸν καλὸν ποιῆσαι (εἴ γέ τί ἐστι· καθ' ὑμᾶς γὰρ λέγω· φύσει γὰρ οὐδὲν ἔστι ποιῆσαι κακὸν καλοῦ συνεργὸν), ἢ τὸ ἐξ οὐκ ὄντων; Τί εὐκολώτερον (ὡς ἐπὶ ποιότητος λέγω), τὴν οὐκ οὖσαν ποιότητα εἰσαγαγεῖν, ἢ τὴν οὖσαν μεταβαλεῖν εἰς τὸ ἐναντίον; τί εὐκολώτερον, τὴν οὐκ οὖσαν οἰκίαν ποιῆσαι, ἢ τὴν ἔρημον οὖσαν ἄνωθεν ἐργάσασθαι; Εὔδηλον, ὅτι ἐκεῖνο. Οὐκοῦν τοῦτο ἀδύνατον. Ὥσπερ οὖν τοῦτο ἀμήχανον, οὕτω καὶ ἐκεῖνο ἀδύνατον, εἰς τὸ ἐναντίον λέγω τὸ ἐνεργεῖν. εʹ. Εἰπέ μοι, τί δυσκολώτερον; μύρον κατασκευάσαι, ἢ τὸν βόρβορον βιάσασθαι τὰ τοῦ μύρου ἐργάσασθαι; Τί εὐκολώτερον, εἰπέ μοι, τούτων (ἐπειδὴ τοῖς ἡμετέροις λογισμοῖς τὸν Θεὸν ὑποβάλλομεν, ἀλλ' οὐχ ἡμεῖς· μὴ γένοιτο· ἀλλ' ὑμεῖς), ὀφθαλμοὺς πλάσαι, ἢ τυφλὸν ποιῆσαι βλέπειν μένοντα τυφλὸν, καὶ ὀξυωπέστερον τοῦ βλέποντος, καὶ τῇ τυφλότητι ἀποχρήσασθαι εἰς βλέψιν, καὶ τῇ κωφότητι εἰς ἀκοήν; Ἐμοὶ δοκεῖ ἐκεῖνο. Τὸ δυσκολώτερον οὖν δίδως τῷ Θεῷ, εἰπέ μοι, καὶ τὸ εὐκολώτερον οὐχί; Τί λέγω τοῦτο; Ἀλλὰ καὶ τὰς ψυχὰς ἐκ τῆς οὐσίας αὐτοῦ εἶναί φασιν. Ἀλλ' ὅρα, πόσα τὰ ἀσεβῆ καὶ ἀνόητα. Πρῶτον, βουλόμενοι δεῖξαι, ὅτι ἐκ τοῦ Θεοῦ τὰ κακὰ, ἕτερον τούτου ἀσεβέστερον ἐπεισάγουσιν· ὁμόχρονα γὰρ αὐτῷ, καὶ οὐδενὸς αὐτῶν πρεσβύτερον τὸν Θεὸν λέ 60.32 γουσι, τὸ γέρας τὸ μέγα καὶ αὐτοῖς διδόναι τολμῶντες. ∆εύτερον, καὶ ἀνώλεθρον τὴν κακίαν φασίν· οὐ γὰρ τὸ ἀγέννητον ἀναιρεῖται. Ὁρᾶτε τὴν βλασφημίαν; Ὥστε ἀνάγκη, ἢ μηδὲν τοῦ Θεοῦ εἶναι· ἢ, εἰ μὴ ταῦτα, καὶ Θεὸν μὴ εἶναι. Τρίτον ὅπερ ἔφην, ταύτῃτοι πολεμοῦσι καὶ αὐτοὶ ἑαυτοῖς, καὶ προσαγανακτεῖν τὸν Θεὸν μᾶλλον παρασκευάζουσιν. Τέταρτον, τὴν ἄστατον ὕλην τοσαύτην ἐπιτηδειότητα ἔχειν διδόασι. Πέμπτον, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν πονηρίαν αἰτίαν φασὶ γεγενῆσθαι, καὶ ὅτι χωρὶς ταύτης ὁ ἀγαθὸς οὐκ ἦν ἀγαθός. Ἕκτον, τὰς ὁδοὺς ἡμῖν ἀποκλείουσι τῆς θεογνωσίας. Ἕβδομον, τὸν Θεὸν εἰς ἀνθρώπους κατάγουσι, καὶ φυτὰ, καὶ ξύλα. Εἰ γὰρ ἡ μὲν ἡμετέρα ψυχὴ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν, ἡ δὲ μετενσωμάτωσις καὶ εἰς σικυοὺς καὶ πέπονας ἐκβαίνει καὶ κρόμμυα· ἄρα τοῦ Θεοῦ ἡ οὐσία εἰς σικυοὺς ἔσται. Κἂν μὲν εἴπωμεν, ὅτι Πνεῦμα