1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

15

γινομένας; οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; οὐκ ἤκουσας ἐν τῇ προτέρᾳ διαλέξει σαφῶς ἀποδείξαντος ἡμῖν τοῦ λόγου, ὅτι καὶ τὰς ψυχὰς αὐτὰς τῶν Ἰουδαίων καὶ τοὺς τόπους, ἐν οἷς συλλέγονται, δαίμονες κατοικοῦσι; Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν; πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου; οὐ φρίττεις, οὐ δέδοικας τοιαῦτα παρανομῶν; τὴν τράπεζαν αὐτὴν οὐκ αἰδῇ; Ταῦτα πρὸς ὑμᾶς ἐγὼ διελέχθην, ταῦτα πρὸς ἐκείνους ὑμεῖς, κἀκεῖνοι πρὸς τὰς ἑαυτῶν γυναῖκας· Εἷς τὸν ἕνα οἰκοδομεῖτε. Κἂν μὲν κατηχούμενος ᾖ ὁ τὰ τοιαῦτα νοσῶν, τῶν προθύμων εἰργέσθω· ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω. Οὐ γὰρ πάντα τὰ ἁμαρτήματα παραινέσεως δεῖται καὶ συμβουλῆς, ἀλλ' ἔστιν ἃ τομῇ συντόμῳ καὶ ὀξυτάτῃ διορθοῦσθαι πέφυκε. Καὶ καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτότερα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ φλογός· οὕ48.862 τω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. ∆ιόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· ∆ι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως. Ἐλέγξωμεν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην. ∆ιὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφεὶς, μαρτύρομαι καὶ βοῶ· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τοῦ δὲ μὴ φιλεῖν τὸν Κύριον τί μεῖζον ἂν γένοιτο τεκμήριον, ἀλλ' ἢ ὅταν τοὺς ἀποκτείνοντας αὐτὸν κοινωνοὺς ἔχῃ τις τῆς ἑορτῆς; Τούτους οὐκ ἐγὼ ἀνεθεμάτισα, ἀλλὰ Παῦλος· μᾶλλον δὲ οὐδὲ Παῦλος, ἀλλ' ὁ Χριστὸς, ὁ δι' ἐκείνου λαλῶν, καὶ ὁ ἐν τοῖς ἔμπροσθεν εἰπὼν, ὅτι Ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐξέπεσον. Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀνάγνωτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

48.861 ΕΙΣ ΤΟΥΣ ΤΑ ΠΡΩΤΑ ΠΑΣΧΑ ΝΗΣΤΕΥΟΝΤΑΣ. Λόγος τρίτος.

αʹ. Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν

ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην παρεσκευαζόμεθα· ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον. Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ' ἐπιμελείας ἁπάσης· ἐπεὶ τί τὸ κέρδος, ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀῤῥωστίας κατεσθίηται; Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι. Καὶ ἵνα μάθῃς, ὅτι στάσεως καὶ φιλονεικίας ἴσον οὐδὲν εἰς καθαίρεσιν, ἄκουσον τί φησιν ὁ Χριστός· Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν οὐ σταθήσεται. Καίτοι τί βασιλείας δυνατώτερον, ὅπου χρημάτων πρόσοδος, καὶ ὅπλα, καὶ τείχη, καὶ ὀχυρώματα, καὶ στρατιωτῶν