15
ἅγιον ναὸν ἔπλασεν ἐν τῇ Παρθένῳ, καταγελῶσιν· ἂν, ὅτι ἐνῴκησεν ἐν τῷ πνευματικῷ ναῷ, πάλιν γελῶσιν. Αὐτοὶ δὲ καὶ εἰς σικυοὺς καὶ πέπονας, καὶ μυίας, καὶ κάμπας, καὶ ὄνους τοῦ Θεοῦ τὴν οὐσίαν κατάγοντες οὐκ αἰσχύνονται, καινόν τινα εἰδωλολατρείας ἐξευρίσκοντες τρόπον. Ἀλλ' οὐ τὸ κρόμμυον ἐν τῷ Θεῷ· ἀλλ' ὁ Θεὸς ἐν τῷ κρομμύῳ ἐστί. Μὴ γὰρ τὸ κρόμμυον ἔστω Θεός. Τί φεύγεις τὴν μετενσωμάτωσιν τοῦ Θεοῦ; Αἰσχρὸν, φησὶν, ἐστίν. Οὐκοῦν πολλῷ μᾶλλον τοῦτο αἰσχρόν. Ἀλλ' οὐκ αἰσχρόν; Πῶς; Ὅπερ γὰρ ἂν εἰς ἡμᾶς γένηται, ὄντως αἰσχρόν. Εἴδετε συρφετὸν ἀσεβείας; Ἀλλὰ διατί οὐ βούλονται ἀνίστασθαι σῶμα; Τί δὲ καὶ ἐροῦσιν; Ὅτι τὸ σῶμα πονηρόν; Πόθεν οὖν οἶδας, εἰπέ μοι, τὸν Θεόν; πόθεν ἔχεις τῶν ὄντων τὴν γνῶσιν; Ὁ δὲ φιλόσοφος πόθεν φιλόσοφος, εἰ μηδὲν συντελεῖ τὸ σῶμα; Πήρωσον τὰς αἰσθήσεις, καὶ μάθε τι τῶν δεόντων. Τί δὲ μωρότερον ψυχῆς γένοιτ' ἂν, εἰ ἐξ ἀρχῆς τὰς αἰσθήσεις εἴη πεπηρωμένη; Εἰ γὰρ ἑνὸς μέρους μόνον πήρωσις, τοῦ ἐγκεφάλου λέγω, τὸ πᾶν αὐτῆς βλάβη γίνεται· εἰ μέλλοι καὶ τὰ ἄλλα πεπηρῶσθαι, ποῦ χρήσιμος ἔσται; ∆εῖξόν μοι χωρὶς σώματος ψυχήν. Ἢ οὐκ ἀκούεις ἰατρῶν λεγόντων· Νόσος γὰρ παροῦσα δεινῶς ψυχὴν ἀμαυροῖ; Μέχρι τίνος οὐκ ἀπάγξεσθε; Τὸ σῶμα τῆς ὕλης ἐστίν; εἰπέ μοι. Καλῶς. Οὐκοῦν ἔδει μισεῖν αὐτό· τί τοίνυν αὐτὸ τρέφεις; τί θάλπεις; [Οὐκοῦν ἔδει ἀναιρεῖν σαυτόν;] οὐκοῦν ἔδει ἀπαλλάττεσθαι τοῦ δεσμωτηρίου. Ἄλλως δὲ, ὁ Θεὸς οὐ δύναται περιγενέσθαι τῆς ὕλης, ἂν μὴ συμπλακῇ. Ἐπιτάξαι γὰρ οὐ δύναται, ἕως ἂν οὐ συγγένηται αὐτῇ, καὶ δι' ὅλης σταθῇ. Ὢ τῆς ἀσθενείας! Καὶ βασιλεὺς μὲν ἐπιτάττων πάντα ποιεῖ, ὁ δὲ Θεὸς τοῖς πονηροῖς οὐκ ἐπιτάττων; Ὅλως δὲ εἰ ἀγαθοῦ τινος ἄμοιρος ἦν, οὐκ ἂν ἔστη ἡ ὕλη. Οὐ γὰρ ἔχει φύσιν ἡ πονηρία συνίστασθαι, ἂν μή τινος ἐπιλάβηται τῶν τῆς ἀρετῆς· ὥστε εἰ πρὸ τούτου ἀμιγὴς ἦν ἀρετῆς, πάλαι ἂν διεφθάρη· καὶ γὰρ τοῦτον ἔχει τὸν τρόπον τὰ κακά. Ἔστω τις ἀσελγὴς, καὶ μηδὲ ὅλως ἑαυτοῦ κατεχέτω, εἰ ζήσεται δέκα ἡμέρας; Ἔστω τις λῃστὴς καὶ πρὸς πάντας ἀσυνείδητος, ἔστω καὶ πρὸς τοὺς συλλῃστεύοντας, εἰ ζήσεται ὅλως; Ἔστω 60.33 τις κλέπτης ἀναίσχυντος, καὶ μὴ ἐρυθριάτω, ἀλλὰ δημοσίᾳ κλεπτέτω, εἰ βιώσεται ὁ τοιοῦτος; Οὐκ ἔχει φύσιν τὰ κακὰ συνίστασθαι, ἂν μὴ καὶ μικρόν τι παρὰ τῶν ἀγαθῶν λάβῃ, ὥστε κατ' αὐτοὺς ὁ Θεὸς αὐτὰ συνέστησεν. Ἔστω πόλις ἀνδρῶν πονηρῶν, εἰ στήσεταί ποτε; Πονηροὶ δὲ ἔστωσαν, μὴ πρὸς τοὺς ἀγαθοὺς, ἀλλὰ καὶ πρὸς ἑαυτούς. Ἀλλ' οὐ δυνατὸν στῆναι. Ὄντως ἐμωράνθησαν φάσκοντες εἶναι σοφοί. Εἰ τὸ σῶμα κακὸν, πάντα ἁπλῶς καὶ εἰκῆ τὰ ὁρώμενα, καὶ ὕδωρ, καὶ γῆ, καὶ ἥλιος, καὶ ἀήρ. Καὶ γὰρ καὶ ὁ ἀὴρ σῶμα, εἰ καὶ μὴ παχὺ καὶ ναστόν. 60.34 Εὔκαιρον οὖν εἰπεῖν· ∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἀλλὰ μὴ ἀνεχώμεθα, ἀλλ' ἀποτειχίσωμεν αὐτοῖς τὰς ἀκοάς. Ἔστι γὰρ, ἔστι σωμάτων ἀνάστασις. Τοῦτο ὁ τάφος δηλοῖ ὁ ἐν Ἱεροσολύμοις· τοῦτο τὸ ξύλον, ἔνθα προσεδέθη καὶ ἐμαστιγώθη. Συνεφάγομεν γὰρ αὐτῷ, φησὶ, καὶ συνεπίομεν. Πιστεύωμεν τοίνυν τῇ ἀναστάσει, καὶ πράττωμεν ἄξια ταύτης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.33 ΟΜΙΛΙΑ Γʹ. Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου
ἔχον ὁδόν. αʹ. Τότε, φησὶν, ὑπέστρεψαν. Τότε, πότε; Ὅτε ἤκουσαν. Οὐ γὰρ ἂν ἄλλως
ἠνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέσχετο. ∆οκεῖ δέ μοι καὶ ἐν σαββάτῳ γεγονέναι ταῦτα. Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦ