1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

16

οὐδὲν τοῦ νηπίου καθ' ἡλικίαν ὁ ταῖς φρεσὶ νηπιάζων. Ὥστε οὐδὲν θαυμαστὸν καὶ τὰ αὐτὰ πάθη πολλάκις ἐν ἀμφοτέροις εὑρίσκεσθαι. 31.953 Μήτε μὴν ἐν οἷς διὰ τὴν ἡλικίαν τὸ πρέπον τοῖς πρεσβυτέροις σώζεται, πρὸς ταῦτα τοὺς νέους διὰ τῆς συναναστροφῆς πρὸ καιροῦ ἀπρεπῶς προπε τεύεσθαι. Ταύτης τε οὖν τῆς οἰκονομίας ἕνεκεν καὶ τῆς λοιπῆς σεμνότητος διωρίσθαι χρὴ τῶν παίδων καὶ τῶν τελειοτέρων τὴν οἴκησιν. Καὶ ἅμα οὐδὲ θόρυβον ἕξει ὁ οἶκος τῶν ἀσκητῶν ἐν τῇ μελέτῃ τῶν δι δαγμάτων ἀναγκαίᾳ οὔσῃ τοῖς νέοις. Ἀλλὰ προσ ευχαὶ μὲν κοιναὶ καὶ παισὶ καὶ πρεσβυτέροις ἔστω σαν, αἱ κατὰ τὴν ἡμέραν διατετυπωμέναι· τοῖς τε γὰρ παιδίοις ἐθισμὸς ἐκ τοῦ ζήλου τῶν τελειοτέρων πρὸς κατάνυξιν, καὶ τοῖς προάγουσιν οὐ μικρὰ ἐν προσευχαῖς ἡ παρὰ νηπίων βοήθεια· μελέται δὲ ἰδιάζουσαι, καὶ δίαιται κατά τε ὕπνον καὶ ἐγρή γορσιν, καὶ τροφῆς καιρὸν, καὶ μέτρον καὶ ποιότη τα παιδίοις πρεπόντως ἀφωρίσθω. Ἐπιτετάχθω δὲ τοῖς τοιούτοις ὁ καθ' ἡλικίαν προήκων, καὶ τὴν ἐμπειρίαν ὑπὲρ τοὺς ἄλλους ὢν, καὶ μαρτυρίαν ἔχων ἐπὶ μακροθυμίᾳ· ὥστε πατρικῇ μὲν εὐσπλαγχνίᾳ, λόγῳ δὲ ἐπιστημονικῷ τὰ ἁμαρτήματα τῶν νέων ἐπανορθοῦσθαι, οἰκείας ἑκάστῳ πταίσματι τὰς θε ραπείας προσάγοντα, ὥστε τὸ αὐτὸ καὶ ἐπι τίμησιν ἔχειν τοῦ ἁμαρτήματος, καὶ γυμνάσιον ἀπαθείας τῇ ψυχῇ γίνεσθαι. Οἷον, ὠργίσθη πρὸς τὸν ὁμήλικα; τοῦτον θεραπεῦσαι, καὶ ὑπηρετῆσαι αὐτῷ κατὰ ἀναλογίαν τοῦ τολμήματος ἀναγκασθήτω. Ὁ γὰρ πρὸς τὴν ταπείνωσιν ἐθισμὸς οἷον ἐκτέ μνει τῆς ψυχῆς τὸ θυμούμενον, τῆς ἐπάρσεως ὡς τὰ πολλὰ ἡμῖν τὴν ὀργὴν ἐμποιούσης. Ἥψατο βρωμάτων παρὰ καιρόν; ἐπὶ πλεῖστον τῆς ἡμέρας ἀπόσιτος ἔστω. Ἀμέτρως ἢ ἀσχημόνως σιτούμενος κατεγνώσθη; κατὰ τὸν καιρὸν τῆς τροφῆς εἰργόμε νος τῶν σιτίων, ὁρᾷν τοὺς ἄλλους κατ' ἐπιστήμην ἐσθίοντας ἀναγκαζέσθω, ὥστε καὶ κολάζεσθαι τῇ ἀποχῇ, καὶ διδάσκεσθαι τὴν σεμνότητα. Λόγον ἀφῆ κεν ἀργὸν, ὕβριν εἰς τὸν πλησίον, ψεῦδος, ἄλλο τι τῶν ἀπηγορευμένων; Τῇ τε γαστρὶ καὶ τῇ σιωπῇ σωφρονιζέσθω. ∆εῖ δὲ καὶ τὴν τῶν γραμμάτων μελέτην οἰκείαν εἶναι τῷ σκοπῷ· ὥστε καὶ ὀνόμασιν αὐτοὺς τοῖς ἐκ τῶν Γραφῶν κεχρῆσθαι, καὶ ἀντὶ μύθων τὰς τῶν παραδόξων ἔργων ἱστορίας αὐτοῖς διηγεῖσθαι, καὶ γνώμαις παιδεύειν ταῖς ἐκ τῶν Παροιμιῶν, καὶ ἆθλα μνήμης ὀνομάτων τε καὶ πραγμάτων αὐτοῖς προτιθέναι, ὥστε μετὰ τερπνότητος καὶ ἀνέσεως ἀλύπως αὐτοῖς καὶ ἀπροσκόπως τὸν σκοπὸν διανύ εσθαι. Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας, καὶ ὁ 31.956 τοῦ μὴ μετεωρίζεσθαι ἐθισμὸς, εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις ἐγγένοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιντο, ποῦ ἔχουσι τὴν διάνοιαν, καὶ τί στρέφουσιν ἐν τοῖς λο γισμοῖς. Τὸ γὰρ ἁπλοῦν τῆς ἡλικίας καὶ ἄδολον, καὶ πρὸς τὸ ψεῦδος ἀνεπιτήδειον, ἐξαγορεύει μὲν εὐκόλως τὰ ἀπόῤῥητα τῆς ψυχῆς· ὑπὲρ δὲ τοῦ μὴ συνεχῶς ἐγκαταλαμβάνεσθαι τοῖς ἀπηγορευμένοις, ὁ τοιοῦτος φεύγοι ἂν τὰς τῶν ἀτόπων ἐννοίας, καὶ συνεχῶς ἑαυτὸν ἐκ τῶν ἀτόπων ἀνακαλέσεται, τὴν ἐκ τῶν ἐλέγχων αἰσχύνην φοβούμενος. Εὔπλαστον οὖν ἔτι οὖσαν καὶ ἁπαλὴν τὴν ψυ χὴν, καὶ ὡς κηρὸν εὔεικτον, ταῖς τῶν ἐπιβαλλομέ νων μορφαῖς ῥᾳδίως ἐκτυπουμένην, πρὸς πᾶσαν ἀγαθῶν ἄσκησιν εὐθὺς καὶ ἐξ ἀρχῆς ἐνάγεσθαι χρή· ὥστε τοῦ λόγου προσγενομένου, καὶ τῆς δια κριτικῆς ἕξεως προσελθούσης, δρόμον ὑπάρχειν ἐκ τῶν ἐξ ἀρχῆς στοιχείων, καὶ τῶν παραδοθέντων τῆς εὐσεβείας τύπων, τοῦ μὲν λόγου τὸ χρήσιμον ὑποβάλ λοντος, τοῦ δὲ ἔθους εὐμάρειαν πρὸς τὸ κατορθοῦν ἐμποιοῦντος. Τότε καὶ τὴν ὁμολογίαν τῆς παρθενίας προσίεσθαι δεῖ, ὡς ἤδη βεβαίαν, καὶ ἀπὸ γνώμης οἰκείας καὶ κρίσεως γινομένην μετὰ τὴν τοῦ λό γου συμπλήρωσιν· μεθ' ὃν καὶ τιμαὶ, καὶ τι μωρίαι τοῖς ἁμαρτάνουσιν, ἢ τοῖς κατορθοῦσι παρὰ τοῦ δικαίου κριτοῦ κατὰ τὴν τῶν ἔργων ἀξίαν δί δονται. Μάρτυρας δὲ τῆς γνώμης τοὺς προεστῶ τας τῶν ἐκκλησιῶν παραλαμβάνειν, ὥστε δι' αὐτῶν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὥσπερ τι ἀνάθημα τῷ Θεῷ καθιεροῦσθαι, καὶ βεβαίωσιν εἶναι τοῦ γι νομένου διὰ τῆς