16
καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδὸν, εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου. Καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν, οὗ ἦσαν καταμένοντες. Ἄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν. Ὅ τε Πέτρος, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης. Οὐκ ἔτι μετὰ τοῦ ἀδελφοῦ μόνος οὗτος ἀριθμεῖται, ἀλλὰ καὶ Ἀνδρέας μετὰ Πέτρου· Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ὁ Ἀλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Καλῶς ἐμνημόνευσε τῶν μαθητῶν. Ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠρνήσατο, ὁ δὲ ἠπίστησε, δείκνυσιν, ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν ταῖς γυναιξί. Καλῶς. Μέγα γὰρ τοῦτο ὅπλον ἐν τοῖς πειρασμοῖς, καὶ τοῦτο ἦσαν προπαιδευθέντες ἱκανῶς ὑπ' αὐτοῦ τοῦ ∆ιδασκάλου. Ἄλλως δὲ, καὶ ὁ παρὼν πειρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε. ∆ιὰ τοῦτο ἀναβαίνουσι καὶ εἰς τὸ ὑπερῷον· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Ἰουδαίους. Σὺν γυναιξὶ, φησίν. Εἶπε γὰρ, ὅτι ἠκολούθησαν αὐτῷ. Καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν λέγει, ὅτι εἰς τὰ ἴδια αὐτὴν ἔλαβε τότε ὁ μαθητής, Ἀλλὰ συναγαγὼν πάλιν αὐτοὺς ὁ Χριστὸς, οὕτω λοιπὸν πάλιν αὐτοῖς καὶ ἐκείνη συνῆν. Καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Τούτους λέγει, οἳ ἀπιστοῦντες πρότερον ἦσαν αὐτῷ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπε. Καὶ ὡς θερμὸς, καὶ ὡς ἐμπιστευθεὶς παρὰ τοῦ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς τοῦ χοροῦ πρῶτος, ἀεὶ πρότερος ἄρχεται τοῦ λόγου (Ἦν τε ὄχλος ὀνομάτων, φησὶν, ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν)· Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν 60.34 Γραφὴν ταύτην, ἢν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Τί δήποτε οὐ τὸν Χριστὸν ἠξίωσε μόνος, ὥστε αὐτῷ δοῦναι εἰς τὸν τόπον Ἰούδα τινά; διατί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ ποιοῦνται τὴν ἐκλογήν; Βελτίων λοιπὸν ἦν γεγονὼς ὁ Πέτρος αὐτὸς ἑαυτοῦ. Τοῦτο τοίνυν ἔστιν εἰπεῖν περὶ τούτου. Περὶ δὲ τοῦ μὴ ἁπλῶς, ἀλλ' ἐξ ἀποκαλύψεως αἰτεῖν τὸν τὴν χορείαν ἀναπληρώσοντα, δύο αἰτίας ἐροῦμεν· μίαν μὲν, ὅτι περὶ ἄλλα ἠσχόληντο· δευτέραν δὲ, ὅτι τοῦ παρεῖναι αὐτοῖς τὸν Χριστὸν τεκμήριον μέγιστον τοῦτο. Καθάπερ γὰρ παρὼν ἐξελέγετο, οὕτω καὶ ἀπών. Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν. Ὅρα δὲ αὐτὸν μετὰ κοινῆς πάντα ποιοῦντα γνώμης· οὐδὲν αὐθεντικῶς, οὐδὲ ἀρχικῶς. Καὶ οὐκ εἶπεν οὕτως ἁπλῶς· Ἀντὶ τοῦ Ἰούδα τοῦτον καταλέγομεν· ἀλλὰ παραμυθούμενος αὐτοὺς ὑπὲρ τοῦ γεγενημένου, βλέπε, πῶς μεταχειρίζει τὸν λόγον. Οὐ γὰρ μικρὰν ἀπορίαν ἐνεποίησε τὸ γεγονός· καὶ μὴ θαυμάσῃς. Εἰ γὰρ νῦν τοῦτο πολλοὶ περιστρέφουσι, τί τότε εἰκὸς ἦν αὐτοὺς λέγειν; Ἄνδρες, φησὶν, ἀδελφοί. Εἰ ὁ Κύριος ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ μᾶλλον οὗτος· διὸ καὶ πάντων παρόντων τοῦτο ἀναφωνεῖ. Ἰδοὺ Ἐκκλησίας ἀξίωμα, καὶ ἀγγελικὴ κατάστασις. Οὐδεὶς ἦν ἐκεῖ διεῤῥηγμένος, οὐκ ἄρσεν, οὐ θῆλυ. Τοιαύτας βούλομαι τὰς Ἐκκλησίας εἶναι καὶ νῦν. Οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκείας ἐμερίμνα. Τοσοῦτον ἀγαθὸν οἱ πειρασμοί· τοιοῦτον αἱ θλίψεις καλόν. Ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον. Ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προῤῥήσεως. Οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ. Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονεν, ἀλλὰ τὸ ἤδη προειρημένον. Ἔδει, φησὶ, πληρωθῆναι τὴν Γραφὴν ταύτην, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ. Καὶ οὐ λέγει, ∆αυῒδ εἶπεν, ἀλλὰ, Τὸ Πνεῦμα δι' αὐτοῦ. Ὅρα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποίᾳ κέχρηται διδασκαλίᾳ. Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς εἶπον ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο; Ἣν προεῖπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ. Σκόπει, πῶς τὸν προφήτην οἰκειοῦται, καὶ αὐτὸν ἄγει εἰς μέσον, εἰδὼς, ὅτι αὐτοὺς ὠφελεῖ τὸ διὰ ∆αυῒδ εἰρῆσθαι, καὶ μὴ δι' ἄλλου προφήτου. Περὶ Ἰούδα, φησὶ, τοῦ ὁδηγοῦ γενομένου. Ὅρα καὶ ἐνταῦθα τὸ φι 60.35 λόσοφον τοῦ ἀνδρός. Οὐχ ὑβρίζει οὐδὲ ἐνάλλεται, λέγων, Τοῦ μιαροῦ καὶ παμμιάρου· ἀλλ' ἁπλῶς τὸ γενόμενον δηλοῖ· οὐδὲ