17
μαρτυρίας. Ἐπὶ στόματος γὰρ, φησὶ, δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Οὕτω γὰρ καὶ ἡ σπουδὴ τῶν ἀδελφῶν τὸ ἀβλασφήμητον ἕξει, καὶ τοῖς ἑαυτοὺς καθομολογη σαμένοις Θεῷ, εἶτα ἀθετεῖν ἐπιχειροῦσιν, ἀφορμὴ πρὸς ἀναισχυντίαν οὐχ ὑπολειφθήσεται. Ὁ δὲ μὴ καταδεχόμενος τὸν ἐν παρθενίᾳ βίον, ὡς οὐ δυνά μενος μεριμνᾷν τὰ τοῦ Κυρίου, ἐπὶ τῶν αὐτῶν μαρτύρων ἀπολυέσθω. Τόν γε μὴν καθομολογησά μενον μετὰ πολλὴν ἀνάκρισιν καὶ ἐπίσκεψιν, ἣν ἐν πλείοσιν ἡμέραις ἐπιτρέπειν αὐτῷ ποιεῖσθαι καθ' ἑαυτὸν προσήκει, ὡς μὴ δόξαι τι καθ' ὑπαρπαγὴν παρ' ἡμῶν γίνεσθαι, οὕτως ἤδη παραδέχεσθαι δεῖ, καὶ ἐναρίθμιον ποιεῖσθαι τῇ ἀδελφότητι, καὶ οἴκου καὶ διαίτης τῆς αὐτῆς τοῖς τελειοτέροις μεθ έξοντα. Ὃ δὲ παρέλαθεν ἡμᾶς εἰπεῖν, οὐδὲ νῦν προσ θεῖναι ἄκαιρον, ὅτι διὰ τό τινας τῶν τεχνῶν εὐθὺς ἐκ νηπίου ἐπιτηδεύεσθαι δεῖν, ἐπειδὰν ἤδη τινὲς τῶν παίδων ἐπιτηδείως ἔχοντες φανῶσι πρὸς τὴν 31.957 μάθησιν, τὸ μὲν συνδιημερεύειν αὐτοὺς τοῖς διδα σκάλοις τῆς τέχνης οὐκ ἀπαγορεύομεν· νύκτωρ δὲ ἀναγκαίως πρὸς τοὺς ὁμήλικας μεθιστῶμεν, μεθ' ὧν καὶ τῆς τροφῆς αὐτοῖς ἀναγκαῖον μεταλαμ βάνειν. 31.961
ΕΡΩΤΗΣΙΣ ΙΖʹ. Ὅτι δεῖ καὶ γέλωτος ἐγκρατῶς ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Καὶ τὸ παρὰ
τοῖς πολλοῖς δὲ παρορώμενον οὐ μετρίας φυλακῆς τοῖς ἀσκουμένοις ἄξιον. Τὸ γὰρ γέλωτι ἀκρατεῖ καὶ ἀσχέτῳ κατέχεσθαι, ἀκρασίας σημεῖον, καὶ τοῦ μὴ κατεσταλμένα ἔχειν τὰ κινήμα τα, καὶ τοῦ μὴ ἀκριβεῖ λόγῳ τῆς ψυχῆς τὸ χαῦνον καταπιέζεσθαι. Ἄχρι μὲν γὰρ μειδιάματος φαιδροῦ τὴν διάχυσιν τῆς ψυχῆς ὑποφαίνειν οὐκ ἀπρεπὲς, ὅσον δεῖξαι μόνον τὸ γεγραμμένον· Καρδίας εὐφραινομέ νης, πρόσωπον θάλλει· ἐγκαγχάζειν δὲ τῇ φωνῇ, καὶ ἀναβράζεσθαι ἀπροαιρέτως τὸ σῶμα, οὐ τοῦ κατεσταλμένου τὴν ψυχὴν, οὐδὲ τοῦ δοκίμου, οὐδὲ τοῦ περικρατῶς ἔχοντος ἑαυτοῦ. Τοῦτο εἶδος τοῦ γέλωτος καὶ ὁ Ἐκκλησιαστὴς παραιτούμενος, ὡς περιτρέπον μάλιστα τὸ σταθερὸν τῆς ψυχῆς, φησί· Τῷ γέλωτι εἶπα περιφοράν· καί· Ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Καὶ ὁ Κύριος τὰ μὲν ἀναγκαῖα πάθη τῆς σαρκὸς ὑπομείνας φαίνεται, καὶ ὅσα ἀρετῆς μαρ τυρίαν φέρει· οἷον κόπον, καὶ τὸν ἐπὶ τοῖς θλιβομένοις ἔλεον· γέλωτι δὲ μηδαμοῦ χρησάμενος, ὅσον ἐκ τῆς τῶν Εὐαγγελίων ἱστορίας, ἀλλὰ καὶ ταλανίζων τοὺς κατεχομένους ὑπ' αὐτοῦ. Μὴ παρακρουέσθω δὲ ἡμᾶς ἡ ὁμωνυμία τοῦ γέλωτος. Σύνηθες γὰρ τῇ Γραφῇ πολλάκις τὴν χαρὰν τῆς ψυχῆς καὶ τὴν φαιδρὰν ἐπὶ τοῖς ἀγαθοῖς διάθεσιν γέλωτα ὀνομάζειν, ὡς ἡ Σάῤῥα φησί· Γέλωτά μοι ἐποίησεν ὁ Θεός· καὶ τὸ, Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· καὶ τὸ ἐν τῷ Ἰὼβ δὲ κείμενον· Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος. Ταῦτα γὰρ πάντα ἀντὶ ἱλαρότη τος ἐπὶ τῆς κατὰ ψυχὴν ἀγαλλιάσεως εἴληπται τὰ ὀνό ματα. Ὥστε ὁ παντὸς πάθους ἀνώτερος, καὶ μηδένα 31.964 ἐξ ἡδονῆς ἐρεθισμὸν πάσχων, ἢ καὶ προϊέμενος, ἀλλ' ἐγκρατῶς καὶ ἀνενδότως πρὸς πᾶσαν ἀπόλαυσιν βλαβερὰν διακείμενος, ὁ τέλειός ἐστιν ἐγκρατής· ὁ δὲ τοιοῦτος δηλονότι καὶ πάσης ἀπήλλακται ἁμαρ τίας. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν συγκεχωρημένων καὶ ἀναγκαίων πρὸς τὸ ζῇν ἀφεκτέον, ὅταν ἐπ' ὠφελείᾳ τῶν ἀδελφῶν ἡμῶν ἡ ἀποχὴ οἰκονομῆται. Ὡς ὁ Ἀπόστολος· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, φησὶν, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καὶ ἔχων ἐξουσίαν ἐκ τοῦ Εὐαγγελίου ζῇν, οὐκ ἐχρή σατο τῇ ἐξουσίᾳ, ἵνα μὴ ἐγκοπήν τινα δῷ τῷ Εὐαγγε λίῳ τοῦ Χριστοῦ. Ἔστιν οὖν ἡ ἐγκράτεια ἁμαρτίας ἀναίρεσις, παθῶν ἀπαλλοτρίωσις, σώματος νέκρωσις μέχρι καὶ αὐτῶν τῶν φυσικῶν παθημάτων τε καὶ ἐπιθυμιῶν, ζωῆς πνευματικῆς ἀρχὴ, τῶν αἰωνίων ἀγαθῶν πρό ξενος, ἐν ἑαυτῇ τὸ κέντρον τῆς ἡδονῆς ἀφανίζουσα. Ἡδονὴ γάρ ἐστι τὸ μέγα τοῦ κακοῦ δέλεαρ, δι' ἣν εὐέμπτωτοι μάλιστα πρὸς ἁμαρτίαν ἐσμὲν οἱ ἄνθρωποι· ὑφ' ἧς πᾶσα ψυχὴ ὡς ὑπ' ἀγκίστρου πρὸς τὸν θάνατον ἕλκεται. Ὡς ὅ γε μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπ' αὐτῆς,