17
κακῶς ἔχον καὶ τοιαύτης χρῇζον χειραγωγίας; 45.2 Προσέδραμον δ' οὐκ εὐθύς, οὐδὲ προσδραμοῦμαι· μηδέ γε τοῦτο αὐτὸς ἀπαιτήσῃς. Πρῶτον μέν, ἵνα σοι τὸ σεμνὸν φυλάξω καὶ μὴ συναγαγεῖν δόξῃς τοὺς σπουδαστὰς ὑπό τινος ἀπειροκαλίας τε καὶ θερμότητος, ὡς ἂν φαῖεν οἱ διαβάλλοντες. 45.3 ∆εύτερον δέ, ἵν' ἐμαυτῷ πραγμα τεύσωμαι τὸ σταθερόν τε καὶ ἀνεπίφθονον. Πότ' οὖν ἥξεις, τυχὸν ἐρεῖς, καὶ μέχρι τίνος ἀναδύσῃ; Ἕως ἂν ὅ τε Θεὸς κελεύσῃ καὶ παρέλθωσιν αἱ σκιαὶ τῶν νῦν ἐπιτιθεμένων καὶ βασκαινόντων. 45.4 Οὐ γὰρ ἐπὶ πλεῖον ἀνθέξουσιν οἱ λεπροί, σαφῶς οἶδα, τῷ ∆αυῒδ τὴν Ἰερουσαλὴμ ἀπο κλείοντες. 46.Τ ΤΩΙ ΑΥΤΩΙ 46.1 Πῶς ἐπιφυλλὶς ἡμῖν τὰ σά, ὦ θεία καὶ ἱερὰ κεφαλή; ποῖον σε ἔπος φύγεν ἕρκος ὀδόντων; ἢ πῶς τοῦτο εἰπεῖν ἐθάρρησας, ἵνα τι καὶ αὐτὸς θαρρήσω μικρόν; Πῶς ἢ διάνοια ὥρμησεν ἢ μέλαν ἔγραψεν ἢ χάρτης ἐδέξατο; 46.2 Ὦ λόγοι καὶ Ἀθῆναι καὶ ἀρεταὶ καὶ λόγων ἱδρῶτες· μικροῦ γάρ με καὶ τραγῳδὸν οἷς γράφεις ποιεῖς. Πότερον ἡμᾶς ἀγνοεῖς ἢ σεαυτόν, ὁ τῆς οἰκουμένης ὀφθαλμός, ἡ μεγάλη φωνὴ καὶ σάλπιγξ, τὸ τῶν λόγων βασίλειον; 46.3 Μικρὰ Γρηγορίῳ τὰ σά; Τί ἂν οὖν τίς ἄλλο θαυμάσειε τῶν ἐπὶ γῆς, εἰ μὴ σὲ Γρηγόριος; 46.4 Ἓν μὲν ἔαρ ἐν ὥραις, εἷς δ' ἥλιος ἐν ἀστράσιν, εἷς δὲ περιέχων ἅπαντα οὐρανός, μία δὲ φωνὴ κατὰ πάντων ἡ σή, εἴπερ τι ἐγὼ τὰ τοιαῦτα ἱκανὸς κρίνειν μηδ' ἀπατᾷ με τὸ φίλτρον, ὅπερ οὐκ οἴομαι. 46.5 Εἰ μὲν ὅτι μὴ πρὸς ἀξίαν θαυμάζομεν, τοῦτο ἐγκαλεῖς, ἐγκάλει καὶ πᾶσιν ἀνθρώποις· οὐδὲ γὰρ ἄλλος τις ἀξίως ἐθαύμασεν ἢ θαυμάσεται, ὅτι μὴ καὶ σὺ καὶ ἡ σὴ μεγαλοφωνία, εἴπερ οἷόν τ' ἦν ἑαυτὸν ἐπαινεῖν καὶ τοῦτο εἶχεν ἡμῖν ὁ τῶν λόγων νόμος. 46.6 Εἰ δὲ τὸ καταφρονεῖν ἐγκαλούμεθα, τί μὴ μανίαν πρότερον; Ἀλλ' ὅτι φιλοσοφοῦμεν, ἀγανακ τεῖς; ∆ὸς εἰπεῖν, τοῦτο μόνον καὶ τῶν λόγων τῶν σῶν ὑψηλότερον. 47.Τ ΤΩΙ ΑΥΤΩΙ 47.1 Πυνθάνομαί σε ταράσσεσθαι παρὰ τῆς νέας καινο τομίας καὶ πράγματα ἔχειν ἀπό τινος σοφιστικῆς τῶν κρατούντων καὶ συνήθους περιεργίας· καὶ θαυμαστὸν οὐδέν. Οὐ γὰρ ἠγνόουν τὸν φθόνον καὶ ὅτι πολλοὶ τῶν περὶ σὲ τὰ ἑαυτῶν διὰ σοῦ θεραπεύοντες καὶ τὸν σπινθῆρα τῆς μικροψυχίας ἀνάπτοντες. 47.2 Ἐκεῖνο μὲν οὖν οὐ δέδοικα, μή τι πάθῃς ἀφιλόσοφον ἐν τοῖς λυπηροῖς καὶ σεαυτοῦ καὶ ἡμῶν ἀνάξιον. Ἀλλ' ἡγοῦμαι νῦν δὴ καὶ μάλιστα γνωρισθήσεσθαι τὸν ἐμὸν Βασίλειον, καὶ ἣν ἐν παντὶ τῷ χρόνῳ συνελέξω φιλοσοφίαν, διαδειχθήσεσθαι, καὶ ὑπερσχήσειν τὰς ἐπηρείας, ὥσπερ ὑψηλῷ κύματι, καὶ μενεῖν ἄσειστον, ἄλλων τινασσομένων. 47.3 Εἰ δὲ δοκεῖ, καὶ αὐτὸς παρέσομαι, τυχὸν μὲν καὶ γνώμης τινὸς κοι νωνήσων (εἴπερ ὕδατος δεῖται θάλασσα καὶ σὺ τοῦ συμβουλεύσοντος)· πάντως δέ, ὠφεληθησόμενος καὶ φιλοσοφήσων τὸ συνυβρίζεσθαι. 48.Τ ΤΩΙ ΑΥΤΩΙ 48.1 Οὐ παύσῃ βλασφημῶν ἡμᾶς ὡς ἀπαιδεύτους καὶ σκαιοὺς καὶ ἀφίλους καὶ οὐδὲ ζῆν ἀξίους, ὅτι συνιέναι τετολμήκαμεν ἃ πεπόνθαμεν; Οὐ γὰρ ἄλλο γε οὐδὲν ἀδικοῦμεν, αὐτὸς ἂν εἴποις, οὐδέ τι σύνισμεν ἡμῖν αὐτοῖς ἢ μικρὸν ἢ μεῖζον περὶ σὲ κακοῖς γεγονόσι, μηδὲ συγγνοίημεν· πλὴν τοῦτο μόνον ἔγνωμεν ἠπατημένοι, ὀψὲ μὲν ἄγαν, ἔγνωμεν δέ. 48.2 Καὶ τὸν θρόνον αἰτιώμεθα, ὡς ὑψηλότερόν σε ἡμῶν ἀθρόως ποιήσαντα. Καὶ κάμνομεν τὰ σὰ ἐγκαλούμενοι καὶ ἀπολογούμενοι πρὸς τοὺς σαφῶς εἰδότας καὶ τὰ πρῶτα ἡμῶν καὶ τὰ νῦν· τοῦτο γὰρ ὧν πάσχομεν τὸ γελοιότατον ἢ ἐλεεινότατον, τοὺς αὐτοὺς καὶ ἀδικεῖσθαι καὶ ἐγκαλεῖσθαι, ὅπερ νῦν ἡμῖν συμβέβηκεν. 48.3 Ἐγκαλοῦσι δ' ἄλλοι μὲν ἄλλο τι καὶ ὅ τι ἂν ἕκαστος βούληται, κατὰ τὸν ἑαυτοῦ τρόπον ἢ τὸ μέτρον τῆς ὑπὲρ ἡμῶν ὀργῆς· οἱ φιλανθρωπότατοι δέ, ὑπεροψίαν καὶ περιφρόνησιν καὶ τὸ παρερρίφθαι ἡμᾶς μετὰ τὴν χρείαν, ὥσπερ τῶν σκευῶν τὰ ἀτιμότατα καὶ τοῦ μηδενὸς ἄξια ἢ τῶν ἐρεισμάτων ταῦτα ὑπὲρ ὧν αἱ ἀψῖδες, ἃ μετὰ τὴν πῆξιν ὑφαιρεῖται καὶ διαπτύεται. 48.4 Τούτους μὲν οὖν χαίρειν ἐάσωμεν καὶ λέγειν ὅ τι ἂν λέγωσιν· οὐδεὶς ἐφέξει γλώσσης αὐτονομίαν. Καὶ σύ μοι τὸν μισθὸν κατάβαλε τὰς μακαρίας καὶ κενὰς ἐλπίδας, ἃς κατὰ τῶν βλασφημούντων ἐξεῦρες, ὡς