17
δοκῶ παρενοχλεῖν, ἀπ' αὐτῶν τοῦ Παύλου ῥημάτων τοῦτο ποιήσω φανερὸν, ὅτι πάντα ἐκεῖνα ἔχων ἐγκαλεῖν, οὐδὲν πρὸ τούτου διώρθωσεν. Ὅτι μὲν γὰρ ἐπόρνευον, ἄκουσον τί φησιν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Ὅτι δὲ καὶ πεφυσίωνται καὶ μέγα ἐφρόνουν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Ὅτι δὲ καὶ ἔξω πάλιν ἐδικάζοντο· Τολμᾷ τις ἐξ ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀπίστων; Ὅτι δὲ καὶ εἰδωλόθυτα ἤσθιον· Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Καὶ περὶ τοῦ μὴ κατακαλύπτεσθαι δὲ τὰς γυναῖκας, ἀλλὰ τοὺς ἄνδρας ἀπ' ἐναντίας, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Καὶ ὅτι τῶν πενήτων ὑπερεώρων, καὶ τοῦτο ἐδήλωσεν εἰπών· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ πάλιν, Ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ 48.864 καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ἐπειδὴ δὲ καὶ τοῖς μείζοσι τῶν χαρισμάτων ἅπαντες ἐπεπήδων, καὶ τὸ ἔλαττον οὐδεὶς κατεδέχετο, φησί· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; Ὅτι δὲ καὶ περὶ τῆς ἀναστάσεως ἀμφέβαλλον, Ἀλλ' ἐρεῖ τις, φησὶ, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἀλλ' ὅμως τοσαῦτα ἔχων ἐγκαλέσαι, οὐδὲν πρὸ ἐκείνου πρὸς αὐτοὺς εἶπε τῆς διαστάσεως καὶ τῆς φιλονεικίας· ἀλλ' εὐθέως ἀρχόμενος τῆς ἐπιστολῆς, οὕτω πώς φησι. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι τοῦτο πρότερον ἦν τὸ κατεπεῖγον. Ὁ πορνεύων ἂν συνεχῶς εἰς τὴν ἐκκλησίαν εἰσίῃ, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ὁτιοῦν ἔχων ἐλάττωμα, ταχέως αὐτὸ συνεχοῦς ἀπολαύων διδασκαλίας ἀπωθήσεται, καὶ πρὸς τὴν ὑγίειαν ἐπανήξει· ὁ μέντοι τῆς συνόδου ταύτης ἑαυτὸν ἀποῤῥήξας, καὶ τῆς τῶν πατέρων διδασκαλίας ὑπεξαγαγὼν, καὶ τὸ ἰατρεῖον φυγὼν, κἂν ὑγιαίνειν δοκῇ, ταχέως εἰς ἀῤῥωστίαν πεσεῖται. Καὶ καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα διορθοῦται· οὕτω καὶ Παῦλος ἐποίησε, πρότερον τὴν διάστασιν ἀνελὼν, τότε τὰ καθ' ἕκαστον μέλος ἐθεράπευσε τραύματα. ∆ιὰ τοῦτο καὶ ὑπὲρ τούτου διαλέγεται πρὸ τούτων, μηδὲ στασιάζειν πρὸς ἀλλήλους, μηδὲ οἰκείους ἄρχοντας ἐπιγράφεσθαι, μηδὲ εἰς πολλὰ κατατεμεῖν μέρη Χριστοῦ τὸ σῶμα. Ταῦτα δὲ οὐκ ἐκείνοις ἔλεγε μόνον, ἀλλὰ καὶ τούτοις μετ' ἐκείνους τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις· οὓς ἡδέως ἔγωγε ἂν ἐροίμην, τί ποτέ ἐστι πάσχα, τί ποτέ ἐστι τεσσαρακοστή· καὶ τί μὲν τὸ Ἰουδαϊκὸν, τί δὲ τὸ ἡμέτερον· καὶ τίνος ἕνεκεν ἐκεῖνο μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ παντὸς ἐγένετο, τοῦτο δὲ καθ' ἑκάστην τελεῖται σύναξιν· τί βούλεται τὰ ἄζυμα· καὶ ἕτερα πολλῷ πλείονα τούτων εἰς αὐτὴν ταύτην συντελοῦντα τὴν ὑπόθεσιν. Καὶ τότε ἂν ἔγνωτε καλῶς αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν, οἳ μηδὲ λόγον περὶ ὧν ποιοῦσιν ἀποδοῦναι δυνάμενοι, καθάπερ ἁπάντων ὄντες σοφώτεροι, οὔτε παρ' ἑτέρων μανθάνουσιν, ὅπερ ἐσχάτης ἐστὶ καταγνώσεως μήτε αὐτοὺς εἰδέναι, μήτε τοῖς ἐπιτεταγμένοις ἕπεσθαι, ἀλλ' ἁπλῶς ἀλόγῳ συνηθείᾳ τὰ καθ' ἑαυτοὺς ἐπιτρέψαντες, κατὰ βαράθρων φέρονται καὶ κρημνῶν.
γʹ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος, ὅταν ταῦτα αὐτοῖς ἀντιλέγωμεν; Ὑμεῖς, φησὶν, οὐ ταύτην ἐνηστεύετε τὴν νηστείαν πρότερον; Τοῦτο οὐ σόν ἐστιν εἰπεῖν πρός με, ἀλλ' ἐμὲ δίκαιον ἂν εἴη πρὸς σὲ λέγειν, ὅτι καὶ ἡμεῖς οὕτως ἐνηστεύομεν πρότερον, ἀλλ' ὅμως προετιμήσαμεν τὴν συμφωνίαν τῆς τῶν χρόνων παρατηρήσεως. Καὶ ὅπερ ὁ Παῦλος πρὸς Γαλάτας ἔλεγε, τοῦτο καὶ ἐγὼ ὑμῖν λέγω· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Τί δὲ τοῦτό ἐστιν; Ἔπειθεν αὐτοὺς ἀποστῆναι περιτομῆς, καταφρονῆσαι Σαββάτων καὶ ἡμερῶν καὶ τῶν ἄλλων τῶν νομίμων ἁπάντων. Εἶτα, ἐπειδὴ δεδοικότας ἑώρα καὶ φοβουμένους, μήποτε παραβάσεως κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀπὸ τῶν καθ' ἑαυτὸν πραγμάτων εἰς τὸ θαῤῥεῖν