17
λέγει, Τοῦ προδόντος, ἀλλ' ἐφ' ἑτέρους βιάζεται μεταθεῖναι τὸ ἔγκλημα, ὅσον εἰς αὐτὸν ἧκε. Καὶ οὐδὲ ἐκείνων σφόδρα καθάπτεται Τοῦ γενομένου γὰρ, φησὶν, ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν. Καὶ πρὶν ἢ εἰπεῖν, ποῦ εἶπεν ὁ ∆αυῒδ, λέγει τὰ πεπραγμένα αὐτῷ, ἵνα ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστώσηται, καὶ δείξῃ ἤδη δεδωκότα δίκην. Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ἠθικὸν ποιεῖ τὸν λόγον, καὶ λανθανόντως τὴν αἰτίαν παιδευτικὴν οὖσαν ἀποκαλύπτει. Οὐ λέγει γὰρ, ὅτι οἱ Ἰουδαῖοι, ἀλλ' οὗτος αὐτὸ ἐκτήσατο. Ἐπειδὴ γὰρ αἱ ψυχαὶ τῶν ἀσθενῶν οὐχ οὕτω πρὸς τὰ μέλλοντα ὁρῶσιν, ὡς πρὸς τὰ παρόντα, περὶ τῆς παρούσης δίκης διαλέγεται. Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι, ἀλλ' ἐν τῇ τιμωρίᾳ τὸν λόγον ἐπῆρε. Καὶ ἐξεχύθη, φησὶ, πάντα τὰ σπλάγχνα αὐτοῦ. Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερε. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰ, τουτέστι, χωρίον αἵματος. βʹ. Οἱ μὲν οὖν Ἰουδαῖοι ταύτῃ τῇ προσηγορίᾳ ἐκάλεσαν αὐτὸ, οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸν Ἰούδαν· οὗτος δὲ εἰς τοῦτο αὐτὸ μετήγαγε, μάρτυρας τοὺς ἐχθροὺς φέρων. Τῷ τε γὰρ εἰπεῖν, ὅτι ὠνόμασαν, καὶ τῷ ἐπαγαγεῖν, Τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, τοῦτο δηλοῦν βούλεται. Εἶτα μετὰ τὴν ἔκβασιν οἰκείως ἐπεισάγει τὸν προφήτην λέγων· Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ. Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· τουτέστι, τὴν ἀρχὴν, τὴν ἱερωσύνην. Ὥστε οὐκ ἐμῇ γνώμῃ τοῦτο τυγχάνει, ἀλλ' ἐκείνου τοῦ ταῦτα προειρηκότος. Ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχειρεῖν, καὶ τοιούτῳ οἵῳ ὁ Χριστὸς, ἐπήγαγε μάρτυρα τὸν προφήτην. ∆εῖ οὖν, φησὶ, τῶν συνελθόντων ὑμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ. ∆ιατί κοινοῦται αὐτοῖς; Ἵνα μὴ περιμάχητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίαν ἐμπέσωσιν. Εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι. Καὶ ἀεὶ τοῦτο παραιτεῖται. ∆ιὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, δεῖ ἐκλέξασθαι ἐξ ἡμῶν. Τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τούς τε γινομένους αἰδεσίμους ποιῶν, καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς πρὸς τοὺς ἄλλους. Μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά. Ὅτι μὲν οὖν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα· ἐκ τίνων δὲ δεῖ, αὐτὸς ἑρμηνεύει λέγων· Ἐκ τῶν συνελθόντων ἡμῖν ἐν παντὶ χρόνῳ. Εἰ μὲν γὰρ εἶπε, τοὺς ἐπιεικεῖς δεῖ παρεῖναι, τοὺς ἄλλους ἂν ὕβρισε· νῦν δὲ τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν, οὐχ ἁπλῶς Συνελθόντας εἰπὼν, ἀλλ' Ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου, ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Ἵνα τί γένηται; Ἵνα μὴ ἠκρωτηριασμένος ὁ χορὸς εἴη. Τί οὖν; ἑλέσθαι τὸν Πέτρον αὐτὸν οὐκ ἐνῆν; Καὶ 60.36 πάνυ γε· ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, τοῦτο οὐ ποιεῖ. Ἄλλως δὲ καὶ Πνεύματος ἄμοιρος ἦν ἔτι. Καὶ ἔστησαν, φησὶ, δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν, ἀλλὰ πάντες. Τὴν γνώμην δὲ αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν, ἀλλ' ἄνωθεν κατὰ προφητείαν· ὥστε ἐξηγητὴς γέγονεν, οὐ διδάσκαλος. Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος. Ἴσως διὰ τὰς ὁμωνυμίας ἀμφότερα τέθεικεν· ἐπεὶ καὶ ἐν τοῖς ἀποστόλοις πολλαὶ ὁμωνυμίαι ἦσαν· Ἰάκωβος ὁ Ζεβεδαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, Σίμων Πέτρος καὶ Σίμων ὁ Ζηλωτής· Ἰούδας Ἰακώβου, καὶ Ἰούδας ὁἸσκαριώτης. Ἄλλως δὲ καὶ μεταβολῆς βίου, ἴσως δὲ καὶ προαιρέσεως ἦν ἡ ὀνομασία. Ἔστησαν, φησὶν, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον, ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.