1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

18

ἐκλάμψεως· νῦν δὲ ἤδη τοῦ σωτηρίου λόγου χεθέντος, καὶ περὶ ἡμᾶς μάλιστα δυναστεύσαντος, τὸ πειρᾶσθαι τὰ Χριστιανῶν μετατιθέναι καὶ παρακινεῖν, οὐδὲν ἕτε ρον ἦν ἢ τὴν Ῥωμαίων παρασαλεύειν ἀρχὴν, καὶ τῷ κοινῷ παντὶ κινδυνεύειν, καὶ ὧν οὐδ' ἂν οἱ ἐχθροὶ χεῖρόν τι καθ' ἡμῶν εὔξαιντο, ταῦτα πάσχειν ὑφ' ἡμῶν αὐτῶν, καὶ τῆς νέας ταύτης καὶ θαυμαστῆς φιλοσοφίας καὶ βασιλείας, ὑφ' ἧς ἡμεῖς εὐδαίμονες, καὶ πρὸς τὴν χρυσῆν ἐκείνην γενεάν τε καὶ πολιτείαν ἐπανεληλύθαμεν, τὴν ἀστασίαστόν τε καὶ ἄμαχον.

ΟΕʹ. Ἢ δρόμος μὲν ἀνεκτῶς διοικούμενος, καὶ φόρων ἄνεσις, καὶ ἀρχόντων ἐκλογὴ, καὶ κλο πῶν ἐπιτίμησις, καὶ τἄλλα ὅσα τῆς προσκαίρου καὶ ἀκαριαίας μακαριότητος καὶ φαντασίας, μεγάλην ἔμελλε τῷ κοινῷ παρέξειν τὴν ὠφέλειαν, καὶ περι θρυλλεῖσθαι ἡμῶν ἔδει τὰ ὦτα τούτων ἐπαινουμέ νων· δῆμοι δὲ στασιάζοντες καὶ πόλεις, καὶ γένη ῥηγνύμενα, καὶ οἰκίαι διιστάμεναι, καὶ συζυγίαι σχι ζόμεναι, ἃ τῷ κακῷ πάντα ἦν εἰκὸς ἀκολουθεῖν ἐκείνῳ, καὶ μέντοι καὶ ἠκολούθησε σφόδρα, ἢ πρὸς εὐδοξίαν ἐκείνῳ κάλλιστα εἶχεν, ἢ τῷ κοινῷ πρὸς ἀσφάλειαν; Καίτοι τίς οὕτως ἢ πρὸς ἀσέβειαν εὔκολος, ἢ τῶν κοινῶν ἔξω λογισμῶν, ὅστις ἂν ταῦτα συμφήσειεν; Ὥσπερ γὰρ ἐν τοῖς σώμασιν, ἑνὸς μὲν ἢ δυοῖν μελῶν ἀσθενέστερον διακειμένων, οὐ 35.601 χαλεπῶς ἀναφέρει τὰ λοιπὰ, καὶ συντηρεῖται τὸ τῆς ὑγιείας ἀγαθὸν τῷ πλείονι, ᾧ τάχα ἂν κἀκεῖνα πρὸς τὸ βέλτιον ἐπανέλθοι· τοῦ δὲ πλείονος στασιά ζοντος καὶ πικρῶς ἔχοντος, οὐδὲ μία μηχανὴ μὴ τὸ πᾶν ἔχειν κακῶς, καὶ κίνδυνος ἤδη τὸ τοιοῦτο σαφής· οὕτω κἀν τοῖς ἀρχομένοις τὰς μὲν καθ' ἕκα στον ἀῤῥωστίας συμβαίνει τῷ κοινῷ κρύπτεσθαι κρεῖσσον ἔχοντι· τῶν πλειόνων δὲ σαθρῶς ἐχόν των, τῷ παντὶ κίνδυνος. Ὅ μοι δοκεῖ ἄλλον μὲν ἂν ἰδεῖν, καὶ τῶν σφόδρα μισούντων ἡμᾶς ἐν τῷ νῦν καιρῷ, καὶ τῇ τοσαύτῃ τῶν Χριστιανῶν ἐπιδόσει. Τοῦ δὲ ἡ πονηρία τοῖς λογισμοῖς ἐπεσκότισε· καὶ διὰ τοῦτο μικροῖς τε ὁμοίως καὶ μείζοσι πλέκει τὸν διωγμόν.

Οςʹ. Ἐκεῖνο μὲν οὖν καὶ σφόδρα μειρακιῶδες καὶ κοῦφον, καὶ οὐχ ὅπως βασιλέως ἀνδρὸς, ἀλλ' οὐδὲ ἄλ λου τινὸς τῶν καὶ μετρίως στιβαρῶν τὴν διάνοιαν, ὅτι, τῇ μεταθέσει τῆς κλήσεως ἕψεσθαι νομίσας τὴν ἡμετέραν διάθεσιν, ἢ αἰσχυνεῖν γε ἡμᾶς ὥσπερ τι τῶν αἰσχίστων ἐγκαλουμένους, εὐθὺς καινοτομεῖ περὶ τὴν προσηγορίαν, Γαλιλαίους ἀντὶ Χριστιανῶν ὀνομάσας τε καὶ καλεῖσθαι νομοθετήσας· ἔργῳ δηλῶν, ὅτι μέγιστον εἰς δόξαν καὶ τιμιώτα τον ἡ τοῦ Χριστοῦ κλῆσις, ἐξ ὧν ἀποστερῆσαι ταύτης ἡμᾶς ἐπενόησεν· ἢ φοβούμενός γε τὴν δύνα μιν τῆς προσηγορίας, ὥσπερ οἱ δαίμονες, καὶ διὰ τοῦτο μεταβαίνων ἐφ' ἕτερον ὄνομα τῶν οὐκ εἰωθό των οὐδὲ γνωρίμων.

ΟΖʹ. Ἡμεῖς δὲ οὐ παρακινήσομεν αὐτοῖς τὰ ὀνό ματα· οὐδὲ γάρ ἐστιν εἰς ὅ τι μεταθείημεν ἂν ἄλλο γελοιότερον, τοὺς φαλλοὺς, καὶ τοὺς ἰθυφάλλους, καὶ τοὺς μελαμπύγους, καὶ τοὺς ἀπύγους, καὶ τὸν τραγόπουν, καὶ τὸν σεμνὸν Πᾶνα, τὸν ἐκ πάντων μνηστήρων ἕνα θεὸν, καὶ ὄνομα λαβόντα τὴν ὕβριν, ὥσπερ ἦν ἄξιον. ∆εῖ γὰρ ἢ ἀδικεῖν παρ' ἐκείνοις εἰς πολλὰς ἕνα καὶ τὸν κράτιστον, ἢ ἐκ πολλῶν γίνεσθαι καὶ τὸν αἴσχιστον· οὐκοῦν φθονήσομεν αὐτοῖς οὔτε τῶν πραγμάτων οὔτε τῶν 35.604 ὀνομάτων· ἀλλ' ἀπολαυέτωσαν τῆς ἑαυτῶν εὐηθείας, καὶ τοῖς αἰσχίστοις ἐγκαλλωπιζέσθωσαν· εἰ βούλοιντο δὲ, καὶ τὸν Βουθοίναν παρήσομεν αὐτοῖς, καὶ τὸν Τριέσπερον, ἵνα καὶ μᾶλλον αὐτοῖς χαρισώμεθα· τὸν καὶ γεννώμενον οὕτω, καὶ γεννῶντα μεγαλοπρε πῶς, καὶ ἆθλον ποιησάμενον τρισκαιδέκατον, ἐν μιᾷ νυκτὶ, τὰς Θεστίου πεντήκοντα θυγατέρας, ἵν' ἐκ τούτων ὀνομασθῇ θεός· ἐπεὶ βουλομένοις γε τὰ τοιαῦτα καινοτομεῖν, καὶ πολλαὶ κατ' ἐκείνου κλήσεις ἐκ τῶν ἐκείνου Χριστιανοῖς αἰσχίους τε ἅμα καὶ οἰκειοτέραι. Τί γὰρ ἂν κωλύσειε καὶ ἡμᾶς τῷ βασιλεῖ κατὰ τὸ ἴσον ἀντιπαίζοντας Ῥωμαίων, ὡς δὲ ᾤετο, καὶ τῆς οἰκουμένης, ἠπατημένος